- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:21.16.1-21.16.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
罗马军队占领萨迪斯后,安条克国王派遣使者进行和平谈判。使者们因欧墨尼斯国王的温和态度而松了一口气,并请求罗马议会给予宽大的和平条件。
ὅτι1 μετὰ τὴν νίκην οἱ Ῥωμαῖοι τὴν αὑτῶν πρὸς Ἀντίοχον παρειληφότες2 καὶ τὰς Σάρδεις καὶ τὰς ἀκροπόλεις ἄρτι ἧκε Μουσαῖος ἐπικηρυκευόμενος παρʼ Ἀντιόχου.
胜利之后,当罗马人将萨迪斯及其卫城接纳到自己的保护之下(这些地方此前效忠于安条克)时,穆塞乌斯恰在此时作为安条克的使者到来。
τῶν δὲ περὶ τὸν Πόπλιον φιλανθρώπως προσδεξαμένων αὐτόν, ἔφη βούλεσθαι τὸν Ἀντίοχον ἐξαποσταλῆναι πρεσβευτὰς τοὺς διαλεχθησομένους ὑπὲρ τῶν ὅλων.
普布利乌斯一行人友善地接见了他,他表示安条克希望派遣使者来商讨全局事务。
διόπερ ἀσφάλειαν ἠξίου δοθῆναι τοῖς παραγινομένοις. τῶν δὲ συγχωρησάντων οὗτος μὲν ἐπανῆλθεν, μετὰ δέ τινας ἡμέρας ἧκον πρέσβεις παρὰ τοῦ βασιλέως Ἀντιόχου Ζεῦξις ὁ πρότερον ὑπάρχων Λυδίας σατράπης καὶ Ἀντίπατρος ἀδελφιδοῦς.
因此,他请求给将要到来的人提供人身安全保证。在他们首肯后,他便回去了。几天后,安条克国王的使者——曾任吕底亚总督的泽乌克西斯以及国王的侄子安提帕特抵达。
οὗτοι δὲ πρῶτον μὲν ἔσπευδον ἐντυχεῖν Εὐμένει τῷ βασιλεῖ, διευλαβούμενοι μὴ διὰ τὴν προγεγενημένην παρατριβὴν φιλοτιμότερος ᾖ3 πρὸς τὸ βλάπτειν αὐτούς.
他们首先急于拜见欧墨尼斯国王,担心因为此前发生的摩擦,他会更加急于加害他们。
εὑρόντες δὲ παρὰ τὴν προσδοκίαν μέτριον αὐτὸν καὶ πρᾷον, εὐθέως ἐγίνοντο περὶ τὴν κοινὴν ἔντευξιν.
但出乎意料的是,他们发现他十分温和宽厚,于是立即着手参与联合会谈。
κληθέντες δʼ εἰς τὸ συνέδριον πολλὰ μὲν καὶ ἕτερα διελέχθησαν, παρακαλοῦντες πρᾴως χρήσασθαι καὶ μεγαλοψύχως τοῖς εὐτυχήμασι, φάσκοντες οὐχ οὕτως Ἀντιόχῳ τοῦτο συμφέρειν ὡς αὐτοῖς Ῥωμαίοις, ἐπείπερ ἡ τύχη παρέδωκεν αὐτοῖς τὴν τῆς οἰκουμένης ἀρχὴν καὶ δυναστείαν· τὸ δὲ συνέχον4 ἠρώτων τί δεῖ ποιήσαντας τυχεῖν τῆς εἰρήνης καὶ τῆς φιλίας τῆς πρὸς Ῥωμαίους.
他们被召入议会,发表了许多其他言论,恳求罗马人温和而宽宏地对待他们的幸运,并声称,这样做与其说是对安条克有利,不如说是对罗马人自己有利,因为命运已经将世界的统治权和主权交给了他们;而最关键的是,他们询问需要做什么才能获得和平以及与罗马人的友谊。
οἱ δʼ ἐν τῷ συνεδρίῳ πρότερον ἤδη συνηδρευκότες καὶ βεβουλευμένοι περὶ τούτων, τότʼ ἐκέλευον διασαφεῖν τὰ δεδογμένα τὸν Πόπλιον.
议会成员们此前已经集会并就这些问题进行了商议,此时便让普布利乌斯宣布已经做出的决定。
- 21.16.1ὅτι
拜占庭时期的波里比乌斯选集(Excerpta)中经常出现在章首的引入小词。翻译时通常予以忽略。
- 21.16.1τὴν αὑτῶν πρὸς Ἀντίοχον παρειληφότες
在 τὴν αὑτῶν 之后通常需要补充 πίστιν(忠诚、归顺)等名词。介词短语 πρὸς Ἀντίοχον 指的是萨迪斯人此前对安条克的效忠,现在罗马人将其接纳(παρειληφότες)到自己(αὑτῶν)的保护之下。
- 21.16.5μὴ ... φιλοτιμότερος ᾖ
这是一个由表示戒备的分词 διευλαβούμενοι 引导的 μὴ 虚拟语气从句(使用现在时虚拟语气 ᾖ),表示“担心……”。比较级 φιλοτιμότερος 意为“更加热衷于”伤害他们。
- 21.16.9τὸ δὲ συνέχον
中性冠词加分词的结构,用作副词性的关系对格,意为“最重要的是”或“要害在于”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
