← 波利比奥斯

历史

§20.5.1-20.5.14

波奥蒂亚屈服于马其顿与尼翁家族的崛起

本文叙述了波奥蒂亚人经由埃托利亚人最终完全屈服于马其顿人的过程,以及安提柯因感激尼翁的宽容而予以报答,使得尼翁家族(布拉希莱斯)在底比斯崛起并使亲马其顿派在当地占主导地位的历史过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.5.1

τὰ δὲ κεφάλαια τῆς κατὰ μέρος ἀγνοίας ἐχειρίσθη παρʼ αὐτοῖς τὸν τρόπον τοῦτον.

他们具体愚行的主要表现,在他们之中是以如下方式进行的。

§20.5.2

μετὰ γὰρ τὴν προειρημένην ἧτταν εὐθέως ἐγκαταλιπόντες τοὺς Ἀχαιοὺς προσένειμαν Αἰτωλοῖς τὸ ἔθνος.

因为在上述失败之后,他们立刻背弃了亚该亚人,将本国归附于埃托利亚人。

§20.5.3

ἀνελομένων δὲ καὶ τούτων πόλεμον μετά τινα χρόνον πρὸς Δημήτριον τὸν Φιλίππου πατέρα, πάλιν ἐγκαταλιπόντες τούτους, καὶ παραγενομένου Δημητρίου μετὰ δυνάμεως εἰς τὴν Βοιωτίαν οὐδενὸς πεῖραν λαβόντες τῶν δεινῶν, ὑπέταξαν1 σφᾶς αὐτοὺς ὁλοσχερῶς Μακεδόσι.

一段时间后,当后者也向腓力的父亲德米特里发起战争时,他们再次背弃了他们;当德米特里率军抵达波奥蒂亚时,他们没有经历任何苦难,就将自己完全臣服于马其顿人。

§20.5.4

βραχέος δʼ αἰθύγματος ἐγκαταλειπομένου τῆς προγονικῆς δόξης, ἦσάν τινες οἳ δυσηρεστοῦντο τῇ παρούσῃ καταστάσει καὶ τῷ πάντα πείθεσθαι Μακεδόσι.

然而,由于祖先荣光的微弱火星尚存,也有一些人对现状以及事事顺从马其顿人感到不满。

§20.5.5

διὸ καὶ μεγάλην ἀντιπολιτείαν εἶναι συνέβαινε τούτοις πρὸς τοὺς περὶ τὸν Ἀσκώνδαν καὶ Νέωνα, τοὺς Βραχύλλου προγόνους· οὗτοι γὰρ ἦσαν οἱ μάλιστα τότε μακεδονίζοντες.

因此,他们与阿斯孔达斯和尼翁(布拉希莱斯的先祖)一派之间发生了巨大的政治对立;因为后者是当时最亲马其顿的人。

§20.5.6

οὐ μὴν ἀλλὰ τέλος κατίσχυσαν οἱ περὶ τὸν Ἀσκώνδαν γενομένης τινὸς περιπετείας τοιαύτης.

然而,由于发生了如下的一件意外事件,阿斯孔达斯一派最终占了上风。

§20.5.7

Ἀντίγονος μετὰ τὸν Δημητρίου θάνατον ἐπιτροπεύσας Φιλίππου, πλέων ἐπί τινας πράξεις πρὸς τὰς ἐσχατιὰς τῆς Βοιωτίας πρὸς Λάρυμναν, παραδόξου γενομένης ἀμπώτεως ἐκάθισαν εἰς τὸ ξηρὸν αἱ νῆες αὐτοῦ.

德米特里死后担任腓力监护人的安提柯,在前往波奥蒂亚边境拉里姆纳执行某项任务而航行时,因发生意料之外的退潮,他的船只搁浅在了干滩上。

§20.5.8

κατὰ δὲ τὸν καιρὸν τοῦτον προσπεπτωκυίας φήμης ὅτι μέλλει κατατρέχειν τὴν χώραν Ἀντίγονος, Νέων, ἱππαρχῶν τότε καὶ πάντας τοὺς Βοιωτῶν ἱππεῖς μεθʼ αὑτοῦ περιαγόμενος χάριν τοῦ παραφυλάττειν τὴν χώραν, ἐπεγένετο2 τοῖς περὶ τὸν Ἀντίγονον ἀπορουμένοις καὶ δυσχρηστουμένοις διὰ τὸ συμβεβηκός, καὶ δυνάμενος μεγάλα βλάψαι τοὺς Μακεδόνας ἔδοξε φείσασθαι3 παρὰ τὴν προσδοκίαν αὐτῶν.

恰在此时,有传言称安提柯将要侵扰该地区,当时担任骑兵长官、正率领全体波奥蒂亚骑兵巡逻以防卫国土的尼翁,突然遇到了因这一变故而不知所措、陷入困境的安提柯及其部下;尽管他本可以给马其顿人造成巨大打击,但他却出乎他们的意料,决定放过他们。

§20.5.10

τοῖς μὲν οὖν ἄλλοις Βοιωτοῖς ἤρεσκε τοῦτο πράξας, τοῖς δὲ Θηβαίοις οὐχ ὅλως εὐδόκει τὸ γεγονός. ὁ δʼ Ἀντίγονος, ἐπελθούσης μετʼ ὀλίγον τῆς πλήμης καὶ κουφισθεισῶν τῶν νεῶν, τῷ μὲν Νέωνι μεγάλην εἶχε χάριν ἐπὶ τῷ μὴ συνεπιτεθεῖσθαι σφίσι κατὰ τὴν περιπέτειαν, αὐτὸς δὲ τὸν προκείμενον ἐτέλει πλοῦν εἰς τὴν Ἀσίαν.

因此,他的这一举动虽然让其他波奥蒂亚人感到满意,但底比斯人却完全不赞同发生的事。而安提柯则不久涨潮,船只得以浮起,他对尼翁在他们遭遇变故时没有联合袭击他们深表感激,而他自己则完成了原定的去往亚洲的航程。

§20.5.12

διὸ καὶ μετὰ ταῦτα, νικήσας Κλεομένη τὸν Σπαρτιάτην καὶ κύριος γενόμενος τῆς Λακεδαίμονος, ἐπιστάτην ἀπέλειπε τῆς πόλεως Βραχύλλην, ταύτην αὐτῷ χάριν ἀποδιδοὺς τῆς τοῦ πατρὸς Νέωνος εὐεργεσίας· ἐξ ὧν οὐδὲ κατὰ μικρὸν4 συνέβη τὴν οἰκίαν ἐπανορθωθῆναι τὴν περὶ τὸν Βραχύλλην.

因此,后来当他击败斯巴达人克里昂米尼并成为拉刻代蒙的主宰时,他留下了布拉希莱斯担任该城的监管人,以此回报他父亲尼翁的恩惠;由此,布拉希莱斯的家族在不小程度上得到了振兴。

§20.5.13

οὐ μόνον δὲ ταύτην αὐτῶν ἔσχε τὴν πρόνοιαν, ἀλλὰ καὶ κατὰ τὸ συνεχές, ὁτὲ μὲν αὐτός, ὁτὲ δὲ Φιλίππος, χορηγοῦντες καὶ συνεπισχύοντες αἰεί, ταχέως κατηγωνίσαντο τοὺς ἐν ταῖς Θήβαις αὐτοῖς ἀντιπολιτευομένους καὶ πάντας ἠνάγκασαν μακεδονίζειν πλὴν τελέως ὀλίγων τινῶν.

他不仅对他们给予了这一关照,而且不断地——时而他自己,时而腓力——通过始终提供资助和支持,迅速击败了在底比斯本身反对他们的人,并强迫除极少数人之外的所有人都依附于马其顿。

§20.5.14

τὰ μὲν οὖν κατὰ τὴν οἰκίαν τὴν Νέωνος τοιαύτην ἔλαβε τὴν ἀρχὴν καὶ τῆς πρὸς Μακεδόνας συστάσεως

因此,关于尼翁家族的事迹以及他们与马其顿人的联盟,便是如此开始的。

语法注4 条
  1. 20.5.3ἀνελομένων δὲ καὶ τούτων πόλεμον ... πάλιν ἐγκαταλιπόντες τούτους, καὶ παραγενομένου Δημητρίου ... οὐδενὸς πεῖραν λαβόντες τῶν δεινῶν, ὑπέταξαν

    这是一个复杂的嵌套结构,其中包含两个独立属格(ἀνελομένων...τούτων 和 παραγενομένου Δημητρίου...)以及两个与主句主语(波奥蒂亚人)一致的主格分词(ἐγκαταλιπόντες 和 λαβόντες)交替排列,最终收拢于主动词 ὑπέταξαν。需要准确把握每个分词的主语和指向。

  2. 20.5.8προσπεπτωκυίας φήμης ὅτι μέλλει κατατρέχειν τὴν χώραν Ἀντίγονος, Νέων, ἱππαρχῶν τότε καὶ πάντας τοὺς Βοιωτῶν ἱππεῖς μεθʼ αὑτοῦ περιαγόμενος χάριν τοῦ παραφυλάττειν τὴν χώραν, ἐπεγένετο

    独立属格从句 προσπεπτωκυίας φήμης(及随后的 ὅτι 从句)置于句首,主语 Νέων 之后插入了两个分词短语(ἱππαρχῶν 和 περιαγόμενος),并带有表示目的的动名词属格短语(χάριν τοῦ παραφυλάττειν)。由于主动词 ἐπεγένετο 直到接近句末才出现,因此需要注意主语和动词之间的联系。

  3. 20.5.9ἔδοξε φείσασθαι

    动词 ἔδοξε 在此不作被动或推测性的“似乎”解释,而是作为表示主体决定或意图的人称用法,意为“他决定放过”或“他选择放过”。

  4. 20.5.12οὐδὲ κατὰ μικρὸν

    字面意思是“一点也不”,作为一个表示强烈否定的副词短语,但在此处作为双重否定或委婉陈述(litotes),解释为“在不小程度上”或“大大地”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:20.5.1-20.5.14