- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:20.11.1-20.11.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
在自亚洲返回的途中被马其顿国王腓力捕获的埃托利亚人尼坎德罗斯,出乎意料地受到了宽厚款待并安全送回。这一遭遇使他对马其顿王室心怀感激,导致他后来在与佩尔修斯的战争期间陷入困境。
περὶ δὲ τῆς συμβάσης τῷ Νικάνδρῳ περιπετείας οὐκ ἄξιον παρασιωπῆσαι.
但是,对于发生在尼坎德罗斯身上的意外遭遇,是不应避而不谈的。
παρεγενήθη μὲν γὰρ ἐκ τῆς Ἐφέσου δωδεκαταῖος1 εἰς τὰ Φάλαρα πάλιν, ἀφʼ ἧς ὥρμηθʼ ἡμέρας·
因为从他出发的那天算起,他在第十二天从以弗所再次回到了法拉拉。
καταλαβὼν δὲ τοὺς Ῥωμαίους ἔτι περὶ τὴν Ἡράκλειαν, τοὺς δὲ Μακεδόνας ἀφεστῶτας μὲν ἀπὸ τῆς Λαμίας, οὐ μακρὰν δὲ στρατοπεδεύοντας τῆς πόλεως, τὰ μὲν χρήματʼ εἰς τὴν Λαμίαν διεκόμισε παραδόξως, αὐτὸς δὲ τῆς νυκτὸς ἐπεβάλετο κατὰ τὸν μεταξὺ τόπον τῶν στρατοπέδων διαπεσεῖν εἰς τὴν Ὑπάταν.
在发现罗马人仍驻扎在赫拉克利亚周围,而马其顿人虽然已从拉米亚撤军,但仍在离该城不远的地方安营扎寨后,他出人意料地将资金安全运入拉米亚,但他自己则企图在夜间穿过两军营地之间的地带,溜进希帕塔。
ἐμπεσὼν δʼ εἰς τοὺς προκοίτους τῶν Μακεδόνων ἀνήγετο πρὸς τὸν Φίλιππον ἔτι τῆς συνουσίας ἀκμαζούσης,2 προσδοκῶν πείσεσθαί τι δεινὸν πεσὼν ὑπὸ τοῦ Φιλίππου τὸν θυμὸν3 ἢ παραδοθήσεσθαι τοῖς Ῥωμαίοις.
然而,他落入了马其顿人的前哨手中,并在宴会正酣时被带到腓力面前。他预料自己会因触怒腓力而遭受某种可怕的命运,或者被移交给罗马人。
τοῦ δὲ πράγματος ἀγγελθέντος τῷ βασιλεῖ, ταχέως ἐκέλευσε τοὺς ἐπὶ τούτων ὄντας θεραπεῦσαι τὸν Νίκανδρον καὶ τὴν λοιπὴν ἐπιμέλειαν αὐτοῦ ποιήσασθαι φιλάνθρωπον.
当此事报告给国王时,国王立即命令负责此事的官员款待尼坎德罗斯,并在其他方面对他体贴周到。
μετὰ δέ τινα χρόνον αὐτὸς ἐξαναστὰς συνέμιξε τῷ Νικάνδρῳ καὶ πολλὰ καταμεμψάμενος τὴν κοινὴν τῶν Αἰτωλῶν ἄγνοιαν, ἐξ ἀρχῆς μέν, ὅτι Ῥωμαίους ἐπαγάγοιεν τοῖς Ἕλλησι, μετὰ δὲ ταῦτα πάλιν Ἀντίοχον, ὅμως ἔτι καὶ νῦν παρεκάλει λήθην ποιησαμένους4 τῶν προγεγονότων ἀντέχεσθαι τῆς πρὸς αὑτὸν εὐνοίας καὶ μὴ θελῆσαι συνεπεμβαίνειν τοῖς κατʼ ἀλλήλων καιροῖς.
过了一会儿,国王亲自站起身来,与尼坎德罗斯会面。他极力谴责埃托利亚人普遍的无知——首先是他们将罗马人引入希腊,随后又是安条克——然而,他仍然劝告他们忘却过去,保持对他本人的友好态度,而不要在彼此陷入危难的时期乘机介入敌对。
ταῦτα μὲν οὖν παρῄνει τοῖς προεστῶσι τῶν Αἰτωλῶν ἀναγγέλλειν· αὐτὸν δὲ τὸν Νίκανδρον παρακαλέσας μνημονεύειν τῆς εἰς αὐτὸν γεγενημένης εὐεργεσίας ἐξέπεμπε μετὰ προπομπῆς ἱκανῆς, παραγγείλας τοῖς ἐπὶ τούτῳ τεταγμένοις ἀσφαλῶς εἰς τὴν Ὑπάταν αὐτὸν ἀποκαταστῆσαι.
因此,他建议将这些话转告给埃托利亚人的领袖们;他又劝勉尼坎德罗斯本人要记住对他所做的恩惠,随后派了充足的护卫将他送走,并命令负责此事的军官将他安全地护送回希帕塔。
ὁ δὲ Νίκανδρος, τελέως ἀνελπίστου καὶ παραδόξου φανείσης αὐτῷ τῆς ἀπαντήσεως, τότε μὲν ἀνεκομίσθη πρὸς τοὺς οἰκείους, κατὰ δὲ τὸν ἑξῆς χρόνον ἀπὸ ταύτης τῆς συστάσεως εὔνους ὢν διετέλει τῇ Μακεδόνων οἰκίᾳ.
尼坎德罗斯由于这番遭遇对他来说完全是出乎意料和难以置信的,当时便回到了亲人身边,但在此次会面之后的岁月中,他一直对马其顿王室保持着好感。
διὸ καὶ μετὰ ταῦτα κατὰ τοὺς Περσικοὺς καιροὺς ἐνδεδεμένος τῇ προειρημένῃ χάριτι καὶ δυσχερῶς ἀντιπράττων ταῖς τοῦ Περσέως ἐπιβολαῖς,5 εἰς ὑποψίας καὶ διαβολὰς ἐμπεσὼν καὶ τέλος ἀνακληθεὶς εἰς Ῥώμην ἐκεῖ μετήλλαξε τὸν βίον. — κόραξ, ὄρος μεταξὺ Καλλιπόλεως καὶ Ναυπάκτου. Πολύβιος εἰκοστῷ. — Ἀπεράντεια, πόλις Θεσσαλίας.
因此,后来在对珀尔修斯战争期间,由于受到上述恩德的束缚,他难以违抗珀尔修斯的计划,从而陷入了猜疑和毁谤之中,最终被召回罗马并在那里去世。 — 科拉克斯:介于卡利波利斯和纳夫帕克托斯之间的山脉。波里比阿第二十卷。 — 阿佩兰提亚,色萨利的城市。
Πολύβιος εἰκοστῷ. —
波里比阿第二十卷。 —
- 20.11.2δωδεκαταῖος
该主格形容词作副词用,表示时间(“在第十二天”)。随后的关系句 ἀφʼ ἧς ὥρμηθʼ ἡμέρας 表现了先行词被并入关系从句中的结构,等同于 ἀπὸ τῆς ἡμέρας ἧς ὥρμητο。
- 20.11.5ἔτι τῆς συνουσίας ἀκμαζούσης
属格绝对分词结构,描述了尼坎德罗斯被带到时“宴会仍在兴头上”这一伴随或同时发生的状况。
- 20.11.5πεσὼν ὑπὸ τοῦ Φιλίππου τὸν θυμὸν
介词 ὑπό 支配宾格 τὸν θυμόν,表示落入或处于腓力愤怒的支配与影响之下这一动态语义。
- 20.11.7λήθην ποιησαμένους
该宾格分词指代主句动词 παρεκάλει(劝告)的对象(埃托利亚人),并在格上与作为不定式 ἀντέχεσθαι 和 μὴ θελῆσαι 的逻辑主语保持一致。
- 20.11.10δυσχερῶς ἀντιπράττων ταῖς τοῦ Περσέως ἐπιβολαῖς
词组 δυσχερῶς ἀντιπράττων 意为“勉强地反对”或“对反对感到迟疑”,展现了尼坎德罗斯由于感念腓力的恩德,因而在积极反对其子佩尔修斯的对罗马计划时表现出的内心挣扎与犹豫。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-10-12)
- 2026-10-12 统一书写 — 译文 1 处
