- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.71.1-2.71.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-11
波里比乌斯解释了详细叙述克里昂米尼战争的原因,指出了希腊化世界主要王国君主的同步世代交替,并以此结束了历史的第二卷。
τίνος δὲ χάριν ἐποιησάμεθα τὴν ἐπὶ πλεῖον ὑπὲρ τοῦ προειρημένου πολέμου μνήμην;
那么,我们为什么要对前述战争进行较为详细的叙述呢?
διότι τῶν καιρῶν τούτων συναπτόντων τοῖς ὑφʼ ὑμῶν1 ἱστορεῖσθαι μέλλουσι χρήσιμον ἐδόκει, μᾶλλον δʼ ἀναγκαῖον εἶναι κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν τὸ ποιῆσαι πᾶσιν ἐναργῆ καὶ γνώριμον τὴν ὑπάρχουσαν περὶ Μακεδόνας καὶ τοὺς Ἕλληνας τότε κατάστασιν.
因为这些时期与我们即将叙述的事件相连接,按照最初的计划,使当时马其顿人和希腊人的既有状况对所有人而言都清晰易懂,似乎是有益的,甚至是必要的。
περὶ δὲ τοὺς αὐτοὺς καιροὺς καὶ Πτολεμαίου νόσῳ τὸν βίον μεταλλάξαντος Πτολεμαῖος ὁ κληθεὶς Φιλοπάτωρ διεδέξατο τὴν βασιλείαν.
大约在同一时期,托勒密也因病去世,被称为菲洛帕托尔的托勒密继承了王位。
μετήλλαξε δὲ καὶ Σέλευκος ὁ Σελεύκου τοῦ Καλλινίκου καὶ Πώγωνος ἐπικληθέντος· Ἀντίοχος δὲ διεδέξατο τὴν ἐν Συρίᾳ βασιλείαν, ἀδελφὸς ὢν αὐτοῦ.
被称为卡里尼科斯和波贡的塞琉古之子塞琉古也去世了;其兄弟安条克继承了叙利亚的王位。
παραπλήσιον γὰρ δή τι συνέβη τούτοις καὶ τοῖς πρώτοις μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν κατασχοῦσι τὰς ἀρχὰς ταύτας, λέγω δὲ Σελεύκῳ, Πτολεμαίῳ, Λυσιμάχῳ.
因为在他们身上发生的事情,与亚历山大去世后最初夺得这些统治权的人——即塞琉古、托勒密和利西马科斯——所经历的非常相似。
ἐκεῖνοί τε γὰρ πάντες περὶ τὴν εἰκοστὴν καὶ τετάρτην πρὸς ταῖς ἑκατὸν ὀλυμπιάδα μετήλλαξαν, καθάπερ ἐπάνω προεῖπον, οὗτοί τε περὶ τὴν ἐνάτην καὶ τριακοστήν.
因为正如我上面所说,那些先前的统治者都在第124届奥林匹亚德前后去世,而这些后来的统治者则在第139届前后去世。
ἡμεῖς δʼ ἐπειδὴ2 τὴν ἐπίστασιν καὶ προκατασκευὴν τῆς ὅλης ἱστορίας διεληλύθαμεν, διʼ ἧς ὑποδέδεικται πότε καὶ πῶς καὶ διʼ ἃς αἰτίας τῶν κατὰ τὴν Ἰταλίαν κρατήσαντες Ῥωμαῖοι πρῶτον ἐγχειρεῖν ἤρξαντο τοῖς ἔξω πράγμασι καὶ πρῶτον ἐτόλμησαν ἀμφισβητεῖν Καρχηδονίοις τῆς θαλάττης, ἅμα δὲ τούτοις καὶ τὴν περὶ τοὺς Ἕλληνας καὶ Μακεδόνας, ὁμοίως δὲ καὶ περὶ Καρχηδονίους ὑπάρχουσαν τότε κατάστασιν δεδηλώκαμεν, καθῆκον ἂν εἴη παραγεγονότας ἐπὶ τοὺς καιροὺς τούτους κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ἐν οἷς ἔμελλον οἱ μὲν Ἕλληνες τὸν συμμαχικόν, Ῥωμαῖοι δὲ τὸν Ἀννιβιακόν, οἱ δὲ κατὰ τὴν Ἀσίαν βασιλεῖς τὸν περὶ Κοίλης Συρίας ἐνίστασθαι πόλεμον, καὶ τὴν βύβλον ταύτην ἀφορίζειν ἀκολούθως τῇ τε τῶν προγεγονότων πραγμάτων περιγραφῇ καὶ τῇ τῶν κεχειρικότων τὰ πρὸ τοῦ δυναστῶν καταστροφῇ.
既然我们已经完成了整个历史的引入和预备叙述,其中已经表明了在何时、以何种方式以及因何种原因,控制了意大利的罗马人开始首次着手国外事务,并首次敢于与迦太基人争夺海上霸权,同时我们也说明了当时希腊人和马其顿人、以及迦太基人的既有状况,那么,按照最初的计划,既然我们已经到达了这些时期——在这些时期中,希腊人即将展开同盟战争,罗马人展开汉尼拔战争,而亚洲的国王们展开关于柯里叙利亚的战争——那么结合过去事件的叙述完结以及此前主导事务的统治者们的离世,将本卷在此处结束应当是适当的。
- 2.71.2ὑφʼ ὑμῶν
尽管手稿写作为 ὑφʼ ὑμῶν(由你们),但由于撰写历史的主体是作者本人,因此通常被视为 ὑφʼ ἡμῶν(由我们)的抄写错误,或者解释为“对你们(读者)而言即将叙述的事件”。此处译文按照“我们即将叙述的事件”来理解。
- 2.71.7ἡμεῖς δʼ ἐπειδὴ
第7节由 ἐπειδή(既然/因为)引导的从句一直延续到第8节末尾(δεδηλώκαμεν)。主句始于第9节的无人称动词构型 καθῆκον ἂν εἴη(应当/是适当的),并与第10节的不定式 ἀφορίζειν(限定/结束)相搭配。从第7节到第10节构成了一个结构宏大、层层递进的长句。
