← 波利比奥斯

历史

§2.40.1-2.40.6

阿开亚同盟的领袖与叙述方针

作者阐述了阿开亚联邦在杰出领袖的带领下实现伯罗奔尼撒半岛和合的过程,并提出了从联邦复兴时期开始详细叙述这段历史的计划。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.40.1

τῆς Μακεδόνων.1 ἐπεὶ δέ ποτε σὺν καιρῷ προστάτας ἀξιόχρεως εὗρεν, ταχέως τὴν αὑτῆς δύναμιν ἐποίησε φανεράν, ἐπιτελεσαμένη τὸ κάλλιστον ἔργον, τὴν Πελοποννησίων ὁμόνοιαν.

马其顿人的王朝[所阻碍]。然而,当它终于在合适的机会下找到了称职的领导者时,它迅速展现了自己的力量,完成了最伟大的事业——伯罗奔尼撒人的和合。

§2.40.2

ἧς2 ἀρχηγὸν μὲν καὶ καθηγεμόνα τῆς ὅλης ἐπιβολῆς Ἄρατον νομιστέον τὸν Σικυώνιον, ἀγωνιστὴν δὲ καὶ τελεσιουργὸν τῆς πράξεως Φιλοποίμενα τὸν Μεγαλοπολίτην, βεβαιωτὴν δὲ τοῦ μόνιμον αὐτὴν ἐπὶ ποσὸν γενέσθαι3 Λυκόρταν καὶ τοὺς ταὐτὰ τούτῳ προελομένους ἄνδρας.

在此和合中,整个计划的倡导者和先导者当属西库昂的阿拉图斯,这一事业的践行者和完成者是美加洛波利斯的菲洛皮门,而使其能在一定时期内保持稳固的保证者则是吕科尔塔斯以及与他选择相同政策的人。

§2.40.3

τίνα δʼ ἦν ἑκάστοις τὰ πραχθέντα καὶ πῶς καὶ κατὰ ποίους καιροὺς πειρασόμεθα δηλοῦν, ἀεὶ κατὰ τὸ πρέπον τῇ γραφῇ ποιούμενοι τὴν ἐπίστασιν.

至于他们每个人所做的事迹、如何以及在何时发生,我们将努力予以阐明,并始终根据历史撰述的合适需要来进行详细叙述。

§2.40.4

τῶν μέντοι γʼ Ἀράτῳ διῳκημένων καὶ νῦν καὶ μετὰ ταῦτα πάλιν ἐπικεφαλαιούμενοι μνησθησόμεθα διὰ τὸ καὶ λίαν ἀληθινοὺς καὶ σαφεῖς ἐκεῖνον περὶ τῶν ἰδίων συντεταχέναι πράξεων ὑπομνηματισμούς, τῶν δὲ τοῖς ἄλλοις ἀκριβεστέραν καὶ μετὰ διαστολῆς ποιησόμεθα τὴν ἐξήγησιν. ὑπολαμβάνω δὲ ῥᾴστην ἐμοί τʼ ἂν γενέσθαι τὴν διήγησιν καὶ τοῖς ἐντυγχάνουσιν εὐπαρακολούθητον τὴν μάθησιν, εἰ ποιησαίμεθα τὴν ἐπίστασιν ἀπὸ τούτων τῶν καιρῶν, ἐν οἷς κατὰ πόλιν διαλυθέντος τοῦ τῶν Ἀχαιῶν ἔθνους ὑπὸ τῶν ἐκ Μακεδονίας βασιλέων ἀρχὴ πάλιν ἐγένετο καὶ σύννευσις τῶν πόλεων πρὸς ἀλλήλας.

然而,关于阿拉图斯所管理的事迹,无论是在当下还是此后,我们都将仅作简要的概述,因为他本人已经为自己的生平事迹撰写了极其真实且清晰的《回忆录》。而对于其他人的事迹,我们将进行更准确、更详尽的分说。我认为,如果我们从这样一个时期开始叙述,我写起来会最容易,读者理解起来也最容易:即在阿开亚联邦被马其顿国王们按城市逐一瓦解之后,诸城市重新开始联合并走向彼此团结的那个时期。

§2.40.6

ἀφʼ ἧς αὐξανόμενον κατὰ τὸ συνεχὲς τὸ ἔθνος εἰς ταύτην ἦλθε τὴν συντέλειαν, ἐν ᾗ καθʼ ἡμᾶς ἦν, ὑπὲρ ἧς κατὰ μέρος ἀρτίως εἶπον.

自此开始,该联邦不断壮大,达到了它在我们这个时代所处的完备状态,对此我刚才已经分部作了说明。

语法注3 条
  1. 2.40.1τῆς Μακεδόνων

    此句承接前一章尾(§2.39.12)的 ποτὲ δὲ μᾶλλον ὑπὸ(在更多时候被……)。这里的属格 τῆς Μακεδόνων 依赖于前文的介词 ὑπὸ,并需补充理解 δυναστείας 或 ἀρχῆς(被马其顿人的统治/势力所阻碍)。

  2. 2.40.2ἧς

    阴性单数属格关系代词,先行词为上一节的 ὁμόνοιαν(和合)。整个句子的骨架由动形容词 νομιστέον(应当认为)支配,其后接带对格的不定式结构,其中 Ἄρατον 是对格主语,而 ἀρχηγὸν μὲν καὶ καθηγεμόνα 充当宾语补足语(谓语性对格)。

  3. 2.40.2τοῦ μόνιμον αὐτὴν ἐπὶ ποσὸν γενέσθαι

    带冠词的属格不定式结构 τοῦ ... γενέσθαι 充当修饰名词 βεβαιωτήν(保证者)的宾格性属格。αὐτήν(指代“和合”)是不定式 γενέσθαι 的对格主语,μόνιμον 是其谓语性形容词,而 ἐπὶ ποσόν 是表示“在一定程度上/一定时期内”的副词短语。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.40.1-2.40.6