← 波利比奥斯

历史

§2.2.1-2.2.11

阿格隆王的崛起与梅迪翁包围战

叙述罗马人首次出兵伊利里亚的背景,始于伊利里亚国王阿格隆的崛起以及埃托利亚人在围攻梅迪翁期间将领之间的争端。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2.1

κατὰ δὲ τοὺς καιροὺς τούτους Ῥωμαῖοι τὴν πρώτην διάβασιν εἰς τὴν Ἰλλυρίδα καὶ ταῦτα τὰ μέρη τῆς Εὐρώπης ἐπεβάλοντο ποιεῖσθαι μετὰ δυνάμεως. ἅπερ1 οὐ παρέργως, ἀλλὰ μετʼ ἐπιστάσεως θεωρητέον τοῖς βουλομένοις ἀληθινῶς τήν τε πρόθεσιν τὴν ἡμετέραν συνθεάσασθαι καὶ τὴν αὔξησιν καὶ κατασκευὴν τῆς Ῥωμαίων δυναστείας.

在此期间,罗马人首次企图率领军队渡海前往伊利里亚和欧洲的这些地区。此事不可草率对待,而必须由那些真正希望既能理解我们的意图、又能看清罗马统治权增长与建立过程的人,予以密切的关注和审视。

§2.2.3

ἔγνωσαν δὲ διαβαίνειν διά τινας τοιαύτας αἰτίας.

他们决定渡海,乃是出于以下类似的原因。

§2.2.4

Ἄγρων ὁ τῶν Ἰλλυριῶν βασιλεὺς ἦν μὲν υἱὸς Πλευράτου, δύναμιν δὲ πεζὴν καὶ ναυτικὴν μεγίστην ἔσχε τῶν πρὸ αὐτοῦ βεβασιλευκότων ἐν Ἰλλυριοῖς.

伊利里亚人的国王阿格隆是普勒乌拉托斯之子,他所拥有的步兵和海军力量,比在他之前统治伊利里亚的任何人都更为强大。

§2.2.5

οὗτος ὑπὸ Δημητρίου τοῦ Φιλίππου πατρὸς πεισθεὶς χρήμασιν ὑπέσχετο βοηθήσειν Μεδιωνίοις ὑπʼ Αἰτωλῶν πολιορκουμένοις.

他在受到菲利普之父德米特里用金钱游说后,承诺援助那些正被埃托利亚人围攻的梅迪翁人。

§2.2.6

Αἰτωλοὶ γὰρ οὐδαμῶς δυνάμενοι πεῖσαι Μεδιωνίους μετέχειν σφίσι τῆς αὐτῆς πολιτείας, ἐπεβάλοντο κατὰ κράτος ἑλεῖν αὐτούς.

因为埃托利亚人无论如何也无法说服梅迪翁人加入他们共同的政体,便企图用武力夺取该城。

§2.2.7

στρατεύσαντες οὖν πανδημεὶ καὶ περιστρατοπεδεύσαντες αὐτῶν τὴν πόλιν κατὰ τὸ συνεχὲς ἐπολιόρκουν, πᾶσαν βίαν προσφέροντες καὶ μηχανήν.

于是他们动员了全体民众出征,包围了他们的城市,并不断进行围攻,施加了一切武力和攻城器械。

§2.2.8

συνάψαντος δὲ τοῦ χρόνου τῶν ἀρχαιρεσίων, καὶ δέον2 στρατηγὸν ἕτερον αἱρεῖσθαι, καὶ τῶν πολιορκουμένων ἤδη κακῶς διακειμένων καὶ δοκούντων ἀνʼ ἑκάστην ἡμέραν ἐνδώσειν ἑαυτούς, ὁ προϋπάρχων στρατηγὸς προσφέρει λόγον τοῖς Αἰτωλοῖς φάσκων, ἐπειδὴ τὰς κακοπαθείας καὶ τοὺς κινδύνους αὐτὸς ἀναδέδεκται τοὺς κατὰ τὴν πολιορκίαν, δίκαιον εἶναι καὶ τὴν οἰκονομίαν τῶν λαφύρων, ἐπὰν κρατήσωσι, καὶ τὴν ἐπιγραφὴν τῶν ὅπλων ἑαυτῷ συγχωρεῖσθαι. τινῶν δέ, καὶ μάλιστα τῶν προϊόντων πρὸς τὴν ἀρχήν, ἀμφισβητούντων πρὸς τὰ λεγόμενα καὶ παρακαλούντων τὰ πλήθη μὴ προδιαλαμβάνειν, ἀλλʼ ἀκέραιον ἐᾶν, ᾧ ποτʼ ἂν3 ἡ τύχη βουληθῇ περιθεῖναι τοῦτον τὸν στέφανον, ἔδοξε τοῖς Αἰτωλοῖς, ὃς ἂν ἐπικατασταθεὶς στρατηγὸς κρατήσῃ τῆς πόλεως, κοινὴν ποιεῖν τῷ προϋπάρχοντι καὶ τὴν οἰκονομίαν

当选举的时期临近、必须选出另一位将军时,且被围困的人们已经陷入困境、似乎每天都可能投降,现任的将军向埃托利亚人提出建议,声称:既然他自己承担了围城战中的种种艰辛与危险,那么在攻占该城后,战利品的分配管理和武具上刻写铭文的荣誉都理应让给他。然而,由于某些人,特别是那些竞选该职位的人,对这些言论提出异议,并劝阻大众不要预先做决定,而应保持原样,留给命运想要赐予这顶桂冠的任何人,埃托利亚人便决议,无论是谁继任将军并攻占该城,都应与现任将军共同管理分配事务

语法注3 条
  1. 2.2.1ἅπερ

    中性复数关系代词,其先行词为前句所提到的罗马人首次渡海前往伊利里亚的整件事。在句法上,它作为包含形容动词 θεωρητέον 的从句的主语。

  2. 2.2.8δέον

    非人称动词 δεῖ 的现在分词中性单数宾格,在此处作为“宾格绝对结构(accusative absolute)”使用,并与属格绝对结构 συνάψαντος δὲ τοῦ χρόνου 并列。非人称动词的分词在绝对结构中采用宾格,用以表示环境或原因(“因为必须”)。

  3. 2.2.10ᾧ ποτʼ ἂν

    相当于 ᾧτινι ἄν 的泛指关系代词,结合了无重音词 ποτέ 和助词 ἄν。它与虚拟语气 βουληθῇ 连用,构成泛指关系从句(“无论命运想要将……赋予谁”),在句中作与格。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.2.1-2.2.11