← 波利比奥斯

历史

§2.15.1-2.15.10

波河流域的丰饶与阿尔卑斯周边诸部族

作者描述了波河平原非凡的肥沃程度和食物的廉价,提及客栈按人头收费的习惯,并解释了居住在阿尔卑斯山两侧的各部落的地理分布及其名称来源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15.1

τῶν μυρίων σταδίων. περί γε μὴν τῆς ἀρετῆς οὐδʼ εἰπεῖν ῥᾴδιον. σίτου τε γὰρ τοσαύτην ἀφθονίαν ὑπάρχειν συμβαίνει κατὰ τοὺς τόπους ὥστʼ ἐν τοῖς καθʼ ἡμᾶς καιροῖς πολλάκις τεττάρων ὀβολῶν εἶναι τῶν πυρῶν τὸν Σικελικὸν μέδιμνον, τῶν δὲ κριθῶν δυεῖν, τοῦ δʼ οἴνου τὸν μετρητὴν ἰσόκριθον.

……一万斯塔德。至于该土地的肥沃程度,甚至不易用言语表达。因为这些地方有如此丰饶的粮食,以至于在我们的时代,一西西里麦底姆诺斯的小麦常常只卖四个奥博尔,大麦卖两个奥博尔,而一麦特雷特斯的葡萄酒则与大麦等价。

§2.15.2

ἐλύμου γε μὴν καὶ κέγχρου τελέως ὑπερβάλλουσα δαψίλεια γίνεται παρʼ αὐτοῖς. τὸ δὲ τῶν βαλάνων πλῆθος τὸ γινόμενον ἐκ τῶν κατὰ διάστημα δρυμῶν ἐν τοῖς πεδίοις ἐκ τούτων ἄν τις μάλιστα τεκμήραιτο·

此外,在他们那里,穄子和小米的产量也极其丰富。至于平原上散布的橡树林所产橡子的数量,人们最能从以下事实中推测出来:

§2.15.3

πλείστων γὰρ ὑϊκῶν ἱερείων κοπτομένων1 ἐν Ἰταλίᾳ διά τε τὰς εἰς τοὺς ἰδίους βίους καὶ τὰς εἰς τὰ στρατόπεδα παραθέσεις, τὴν ὁλοσχερεστάτην χορηγίαν ἐκ τούτων συμβαίνει τῶν πεδίων αὐτοῖς ὑπάρχειν.

因为尽管在意大利有极多供宰杀的猪,既用于私人生活消费,也用于军队的给养,但这些平原为他们提供了最充足的供应。

§2.15.4

περὶ δὲ τῆς κατὰ μέρος εὐωνίας καὶ δαψιλείας τῶν πρὸς τὴν τροφὴν ἀνηκόντων οὕτως ἄν τις ἀκριβέστατα κατανοήσειεν·

关于各种食物的具体便宜和丰足,人们可以通过以下方式最准确地了解。

§2.15.5

ποιοῦνται γὰρ τὰς καταλύσεις οἱ διοδεύοντες τὴν χώραν ἐν τοῖς πανδοκείοις, οὐ συμφωνοῦντες περὶ τῶν κατὰ μέρος ἐπιτηδείων, ἀλλʼ ἐρωτῶντες πόσου τὸν ἄνδρα δέχεται.

因为在该地区旅居的人在客栈投宿时,并不就各项具体供给商定价格,而是询问接纳一个人要多少钱。

§2.15.6

ὡς μὲν οὖν ἐπὶ τὸ πολὺ παρίενται τοὺς καταλύτας οἱ πανδοκεῖς, ὡς ἱκανὰ πάντʼ ἔχειν τὰ πρὸς τὴν χρείαν, ἡμιασσαρίου·2 τοῦτο δʼ ἔστι τέταρτον μέρος ὀβολοῦ· σπανίως δὲ τοῦθʼ ὑπερβαίνουσι.

绝大多数情况下,客栈老板会以半个阿萨里翁——这相当于四分之一个奥博尔——的价格放行旅客,并提供一切满足其需要的充足服务;他们极少超过这个价格。

§2.15.7

τό γε μὴν πλῆθος τῶν ἀνδρῶν καὶ τὸ μέγεθος καὶ κάλλος τῶν σωμάτων, ἔτι δὲ τὴν ἐν τοῖς πολέμοις τόλμαν ἐξ αὐτῶν τῶν πράξεων σαφῶς ἔσται καταμαθεῖν. τῶν δʼ Ἄλπεων ἑκατέρας τῆς πλευρᾶς,3 τῆς ἐπὶ τὸν Ῥοδανὸν ποταμὸν καὶ τῆς ἐπὶ τὰ προειρημένα πεδία νευούσης, τοὺς βουνώδεις καὶ γεώδεις τόπους κατοικοῦσι τοὺς μὲν ἐπὶ τὸν Ῥοδανὸν καὶ τὰς ἄρκτους ἐστραμμένους Γαλάται Τρανσαλπῖνοι προσαγορευόμενοι, τοὺς δʼ ἐπὶ τὰ πεδία Ταυρίσκοι καὶ Ἄγωνες καὶ πλείω γένη βαρβάρων ἕτερα.

至于人数之多、体格之大与美,以及他们在战争中的勇敢,从他们实际的事迹中可以清楚地看出。现在,在阿尔卑斯山的两侧,即朝向罗讷河倾斜的一侧和朝向上述平原倾斜的一侧,其丘陵和土质肥沃的地区,在朝向罗讷河和北方的一侧由被称为“越阿尔卑斯山凯尔特人”的人居住,而在朝向平原的一侧由陶里斯科伊人、阿戈内斯人以及其他许多蛮族部落居住。

§2.15.9

Τρανσαλπῖνοί γε μὴν οὐ διὰ τὴν τοῦ γένους, ἀλλὰ διὰ τὴν τοῦ τόπου διαφορὰν προσαγορεύονται· τὸ γὰρ τρὰνς ἐξερμηνευόμενόν ἐστι πέραν, διὸ τοὺς ἐπέκεινα τῶν Ἄλπεων Τρανσαλπίνους καλοῦσι.

他们被称为越阿尔卑斯山人,并非因为种族的不同,而是因为地点的不同。因为“trans”翻译出来就是“在……那一边”的意思,因此他们把阿尔卑斯山那一边的人称为越阿尔卑斯山人。

§2.15.10

τὰ δʼ ἄκρα διά τε τὴν τραχύτητα καὶ τὸ πλῆθος τῆς ἐπι

而山顶地区由于险峻和其上……的密集,

语法注3 条
  1. 2.15.3πλείστων γὰρ ὑϊκῶν ἱερείων κοπτομένων

    表示原因或让步的属格独立结构(genitive absolute)。主句由依赖非人称动词 συμβαίνει 的“带对格的不定式”结构(τὴν ὁλοσχερεστάτην χορηγίαν... ὑπάρχειν)构成。

  2. 2.15.6ἡμιασσαρίου

    表示宿费的价格属格(genitive of price)。在“以半个阿萨里翁”放行旅客的语境中,表示动词 παρίενται 的代价或对价。

  3. 2.15.7ἑκατέρας τῆς πλευρᾶς

    从 §2.15.7 延续的 τῶν δʼ Ἄλπεων ἑκατέρας τῆς πλευρᾶς... νευούσης 构成属格独立结构(“阿尔卑斯山的两侧各自朝向……倾斜”)。随后的对格短语 τοὺς βουνώδεις καὶ γεώδεις τόπους 是及物动词 κατοικοῦσι 的直接宾语。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.15.1-2.15.10