← 波利比奥斯

历史

§18.43.1-18.43.13

泽克西普斯密谋刺杀布拉希莱斯

随着波奥蒂亚人显露出亲马其顿的倾向,亲罗马的泽克西普斯等人担忧自身安全,在得到提图斯的默许后,与埃托利亚将领密谋刺杀亲马其顿派领袖布拉希莱斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.43.1

ὅτι κατὰ τὴν Ἑλλάδα μετὰ τὴν μάχην Τίτου παραχειμάζοντος ἐν Ἐλατείᾳ Βοιωτοί, σπουδάζοντες ἀνακομίσασθαι τοὺς ἄνδρας τοὺς παρʼ αὐτῶν στρατευσαμένους παρὰ τῷ Φιλίππῳ, διεπρεσβεύοντο περὶ τῆς ἀσφαλείας αὐτῶν πρὸς Τίτον.

在希腊,战役结束后,当提图斯在埃拉提亚过冬时,波奥蒂亚人急于接回他们当中曾在腓力手下服役的人,因而派使节向提图斯协商他们的安全问题。

§18.43.2

ὁ δὲ βουλόμενος ἐκκαλεῖσθαι τοὺς Βοιωτοὺς πρὸς τὴν σφετέραν εὔνοιαν διὰ τὸ προορᾶσθαι τὸν Ἀντίοχον, ἑτοίμως συνεχώρησεν.

而提图斯由于预见到安条克的威胁,希望将波奥蒂亚人争取到自己这一边,便爽快地同意了。

§18.43.3

ταχὺ δὲ πάντων ἀνακομισθέντων ἐκ τῆς Μακεδονίας, ἐν οἷς ἦν καὶ Βραχύλλης, τοῦτον μὲν εὐθέως βοιωτάρχην κατέστησαν, παραπλησίως δὲ καὶ τοὺς ἄλλους τοὺς δοκοῦντας εἶναι φίλους τῆς Μακεδόνων οἰκίας ἐτίμων καὶ προῆγον οὐχ ἧττον ἢ πρότερον.

当所有人迅速从马其顿被接回,其中也包括布拉希莱斯,他们立即任命此人为波奥蒂亚长官,并同样像以前一样器重和提拔其他被认为是马其顿王室之友的人。

§18.43.4

ἔπεμψαν δὲ καὶ πρεσβείαν πρὸς τὸν Φίλιππον τὴν εὐχαριστήσουσαν1 ἐπὶ τῇ τῶν νεανίσκων ἐπανόδῳ, λυμαινόμενοι τὴν τοῦ Τίτου χάριν.

他们还向腓力派遣了使节,为青年们的归来致谢,从而使提图斯的恩惠付之东流。

§18.43.5

ἃ συνορῶντες οἱ περὶ τὸν Ζεύξιππον καὶ Πεισίστρατον, καὶ πάντες οἱ δοκοῦντες εἶναι Ῥωμαίοις φίλοι δυσχερῶς ἔφερον, προορώμενοι τὸ μέλλον καὶ δεδιότες περὶ σφῶν αὐτῶν καὶ τῶν ἀναγκαίων·

泽克西普斯和佩西斯特拉托斯及其随从,以及所有被认为是罗马之友的人,看清了这一切,预见到未来并为自身和亲属的安全感到担忧,因而对此感到十分不安。

§18.43.6

σαφῶς γὰρ ᾔδεισαν ὡς, ἐὰν μὲν οἱ Ῥωμαῖοι χωρισθῶσιν ἐκ τῆς Ἑλλάδος, ὁ δὲ Φίλιππος μένῃ παρὰ πλευράν, συνεπισχύων αἰεὶ τοῖς πρὸς σφᾶς ἀντιπολιτευομένοις, οὐδαμῶς ἀσφαλῆ σφίσιν ἐσομένην τὴν ἐν τῇ Βοιωτίᾳ πολιτείαν.2

因为他们清楚地知道,如果罗马人撤离希腊,而腓力仍留在他们身边,并一如既往地支持与他们政见相左的人,那么他们在波奥蒂亚的政治地位将绝无安全可言。

§18.43.7

διὸ καὶ συμφρονήσαντες ἐπρέσβευον πρὸς Τίτον εἰς τὴν Ἐλάτειαν.

因此,他们商议之后,派使节前往埃拉提亚的提图斯那里。

§18.43.8

συμμίξαντες δὲ τῷ προειρημένῳ πολλοὺς καὶ ποικίλους εἰς τοῦτο τὸ μέρος διετίθεντο λόγους, ὑποδεικνύντες τὴν ὁρμὴν τοῦ πλήθους τὴν οὖσαν ἤδη νῦν καθʼ αὑτῶν καὶ τὴν ἀχαριστίαν τῶν ὄχλων.

与上述之人会面后,他们在这方面发表了许多不同层面的言论,指出了民众如今已经针对他们的敌对冲动,以及大众的无恩。

§18.43.9

καὶ τέλος ἐθάρρησαν εἰπεῖν ὡς, ἐὰν μὴ τὸν Βραχύλλην ἐπανελόμενοι καταπλήξωνται τοὺς πολλούς, οὐκ ἔστιν ἀσφάλεια τοῖς Ῥωμαίων φίλοις χωρισθέντων τῶν στρατοπέδων.

最终,他们大着胆子说,如果不除掉布拉希莱斯以震慑大众,那么在军队撤离后,罗马的朋友们就绝无安全可言。

§18.43.10

ὁ δὲ Τίτος ταῦτα διακούσας αὐτὸς μὲν οὐκ ἔφη κοινωνεῖν τῆς πράξεως ταύτης, τοὺς δὲ βουλομένους πράττειν οὐ κωλύειν·

提图斯听完这些话后,表示他个人不参与此事,但也不会阻止那些想要行动的人。

§18.43.11

καθόλου δὲ λαλεῖν αὐτοὺς ἐκέλευε περὶ τούτων Ἀλεξαμενῷ τῷ τῶν Αἰτωλῶν στρατηγῷ.

他让他们就这些事务与埃托利亚人的将军亚历山美诺斯进行商谈。

§18.43.12

τῶν δὲ περὶ τὸν Ζεύξιππον πειθαρχησάντων καὶ διαλεγομένων, ταχέως ὁ προειρημένος πεισθεὶς καὶ συγκαταθέμενος τοῖς λεγομένοις τρεῖς μὲν τῶν Αἰτωλικῶν συνέστησε, τρεῖς δὲ τῶν Ἰταλικῶν νεανίσκων τοὺς προσοίσοντας3 τὰς χεῖρας τῷ Βραχύλλῃ. —

泽克西普斯一行人听从了建议并与之商谈,上述之人很快被说服并同意了提议,派出了三名埃托利亚青年和三名意大利青年,前去对布拉希莱斯下手。

§18.43.13

οὐδεὶς γὰρ οὕτως οὔτε μάρτυς ἐστι φοβερὸς οὔτε κατήγορος δεινὸς ὡς ἡ σύνεσις4 ἡ κατοικοῦσʼ ἐν ταῖς ἑκάστων ψυχαῖς. —

因为没有任何目击者像居住在每个人灵魂深处的良知那样令人畏惧,也没有任何控告者像它那样可怕。

语法注4 条
  1. 18.43.4τὴν εὐχαριστήσουσαν

    阴性单数宾格的将来时分词,修饰先行词 πρεσβείαν(使节),用以表示目的(“为了致谢”)。

  2. 18.43.6ὡς, ἐὰν μὲν ... οὐδαμῶς ἀσφαλῆ σφίσιν ἐσομένην τὴν ἐν τῇ Βοιωτίᾳ πολιτείαν

    这是动词 ᾔδεισαν(知道)的宾语从句中的一种不规则句式(破格,anacoluthon)。在 ὡς 引导的间接引语中,混入了由宾格主语 τὴν ... πολιτείαν 和宾格分词 ἐσομένην 构成的分词间接陈述句。正常情况下,应为 ὡς ... οὐδαμῶς ἀσφαλὴς σφίσιν ἔσοιτο 或者不带 ὡς 的纯粹分词结构。

  3. 18.43.12τοὺς προσοίσοντας

    带有冠词的将来时分词(阳性复数宾格),限制并修饰前文的 νεανίσκων(青年们),用以表达目的(“前去下手”)。短语 προσφέρω τὰς χεῖρας 是一种惯用表达,意为“动手、加害、袭击”。

  4. 18.43.13ἡ σύνεσις

    字面意思是“理解力、认识、智力”,但在此处指存在于人内心深处、审视自身行为的“良知”或“道德自省”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-10-09)
  • 2026-10-09 与底本核对 — 原文 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.43.1-18.43.13