← 波利比奥斯

历史

§18.21.1-18.21.8

前哨战爆发与提图斯派遣援军

罗马侦察队与马其顿预备队意外相遇并爆发战斗,在罗马人陷入苦战时,提图斯派遣包括埃托利亚人在内的援军,从而扭转了战局。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.21.1

ὁ δὲ Τίτος στρατοπεδεύων περὶ τὸ Θετίδειον, καὶ διαπορούμενος ὑπὲρ τῶν πολεμίων ποῦ ποτʼ εἰσί, δέκα προθέμενος οὐλαμοὺς καὶ τῶν εὐζώνων εἰς χιλίους ἐξαπέστειλε, παρακαλέσας εὐλαβῶς ἐξερευνωμένους ἐπιπορεύεσθαι τὴν χώραν·

至于提图斯,他正驻扎在塞蒂迪翁附近,因不知道敌人究竟在哪里而感到困惑,于是派遣了十个骑兵队和大约一千名轻装步兵,命令他们谨慎侦察并巡视该地区。

§18.21.2

οἳ καὶ προάγοντες ὡς ἐπὶ τὰς ὑπερβολὰς ἔλαθον ἐμπεσόντες1 εἰς τὴν τῶν Μακεδόνων ἐφεδρείαν διὰ τὸ δύσοπτον τῆς ἡμέρας.

他们在朝向山口前进时,由于当天的视野极差,在不知不觉中遭遇了马其顿人的预备队。

§18.21.3

οὗτοι μὲν οὖν ἐν ταῖς ἀρχαῖς ἐπὶ βραχὺ διαταραχθέντες ἀμφότεροι μετʼ ὀλίγον ἤρξαντο καταπειράζειν ἀλλήλων, διεπέμψαντο δὲ καὶ πρὸς τοὺς ἑαυτῶν ἡγεμόνας ἑκάτεροι τοὺς διασαφήσοντας2 τὸ γεγονός·

起初,双方都略微有些混乱,但不久后便开始互相试探交火,并且各自向自己的指挥官派遣了使者,以报告发生的情况。

§18.21.4

ἐπειδὴ δὲ κατὰ τὴν συμπλοκὴν οἱ Ῥωμαῖοι κατεβαροῦντο καὶ κακῶς ἔπασχον ὑπὸ τῆς τῶν Μακεδόνων ἐφεδρείας, πέμποντες εἰς τὴν ἑαυτῶν παρεμβολὴν ἐδέοντο σφίσι βοηθεῖν.

然而,在交战中,罗马人受到马其顿预备队的沉重打击,陷入苦战,于是派人前往自己的营地,请求派兵增援。

§18.21.5

ὁ δὲ Τίτος, παρακαλέσας τοὺς περὶ τὸν Ἀρχέδαμον καὶ τὸν Εὐπόλεμον Αἰτωλοὺς3 καὶ δύο τῶν παρʼ αὑτοῦ χιλιάρχων, ἐξέπεμψε μετὰ πεντακοσίων ἱππέων καὶ δισχιλίων πεζῶν.

提图斯便召集了阿耳刻达摩斯和欧波勒摩斯率领的埃托利亚人以及自己麾下的两名军事护民官,派他们带领五百名骑兵和两千名步兵前去增援。

§18.21.6

ὧν προσγενομένων τοῖς ἐξ ἀρχῆς ἀκροβολιζομένοις, παραυτίκα τὴν ἐναντίαν ἔσχε διάθεσιν ὁ κίνδυνος·

当他们与起初就在进行遭遇战的人马汇合时,战斗的局势顿时发生了逆转。

§18.21.7

οἱ μὲν γὰρ Ῥωμαῖοι, προσλαβόντες τὴν ἐκ τῆς βοηθείας ἐλπίδα διπλασίως ἐπερρώσθησαν πρὸς τὴν χρείαν, οἱ δὲ Μακεδόνες ἠμύνοντο μὲν γενναίως, πιεζούμενοι δὲ πάλιν οὗτοι καὶ καταβαρούμενοι τοῖς ὅλοις4 προσέφυγον πρὸς τοὺς ἄκρους καὶ διεπέμποντο πρὸς τὸν βασιλέα περὶ βοηθείας.

因为罗马人从援军那里获得了希望,在战斗中倍加振作,而马其顿人虽然英勇抵抗,但这次轮到他们承受压力并处于全面劣势,于是退缩到山顶,并向国王派人求援。

语法注4 条
  1. 18.21.2ἔλαθον ἐμπεσόντες

    动词 λανθάνω 与主格分词 ἐμπεσόντες 结合,表示主语在“不知不觉中”或“不被察觉地”做某事。在这里,由于大雾导致视线不佳,表示罗马侦察队在不知不觉中遭遇了敌军。

  2. 18.21.3τοὺς διασαφήσοντας

    表达目的的将来时分词,修饰被省略的宾语(即被派往各自指挥官处的使者),意为“前去报告所发生情况的人”。

  3. 18.21.5τοὺς περὶ τὸν Ἀρχέδαμον καὶ τὸν Εὐπόλεμον Αἰτωλούς

    “οἱ περί + 宾格”是古希腊语的惯用表达,指代领导者及其随从,或有时仅指领导者本人。在这里指埃托利亚指挥官阿耳刻达摩斯和欧波勒摩斯及其所率领的部下。

  4. 18.21.8τοῖς ὅλοις

    带冠词的中性复数与格,在此用作副词,意为“完全地”、“彻底地”,修饰分词 καταβαρούμενοι(被压制、被击败)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.21.1-18.21.8