← 波利比奥斯

历史

§16.32.1-16.32.6

阿比多斯人的决心与福基斯人及阿卡纳尼亚人的对比

作者将阿比多斯人壮烈的决心与历史上福基斯人和阿卡纳尼亚人的先例进行对比,评价其勇敢程度超越了后者。他叹息道,尽管后两者最终获得了命运的拯救,阿比多斯人却遭遇了悲惨的毁灭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.32.1

ἐξ ὧν εἴποι τις ἂν καὶ τὴν λεγομένην Φωκικὴν ἀπόνοιαν καὶ τὴν Ἀκαρνάνων εὐψυχίαν ὑπερηρκέναι1 τὴν τῶν Ἀβυδηνῶν τόλμαν.

由此,人们或许可以说,阿比多斯人的大胆甚至超越了所谓福基斯人的拼死决心和阿卡纳尼亚人的不屈精神。

§16.32.2

Φωκεῖς τε γὰρ δοκοῦσι τὰ παραπλήσια βουλεύσασθαι περὶ τῶν ἀναγκαίων,2 οὐκ εἰς τέλος ἀπηλπισμένας ἔχοντες τὰς τοῦ νικᾶν ἐλπίδας διὰ τὸ μέλλειν ποιεῖσθαι τὸν κίνδυνον πρὸς τοὺς Θετταλοὺς ἐν τοῖς ὑπαίθροις ἐκ παρατάξεως· ὁμοίως δὲ καὶ τὸ τῶν Ἀκαρνάνων ἔθνος, ὅτε προιδόμενοι τὴν Αἰτωλῶν ἔφοδον, ἐβουλεύσαντο παραπλήσια περὶ τῶν ἐνεστώτων· ὑπὲρ ὧν τὰ κατὰ μέρος ἡμεῖς ἐν τοῖς πρὸ τούτων ἱστορήκαμεν.

因为福基斯人似乎对他们的至亲做出了类似的决定,尽管他们并未完全丧失胜利的希望,因为他们即将在露天场地上与色萨利人进行一场排兵布阵的决战;同样,阿卡纳尼亚民族也是如此,当他们预见到埃托利亚人的入侵时,便对眼前的局势做出了类似的决定。关于这些人的具体细节,我们在先前的叙述中已经作了记录。

§16.32.4

Ἀβυδηνοὶ δέ, συγκεκλεισμένοι καὶ σχεδὸν ἀπηλπικότες τὴν σωτηρίαν, πανδημεὶ προείλοντο τῆς εἱμαρμένης τυχεῖν μετὰ τῶν τέκνων καὶ τῶν γυναικῶν μᾶλλον ἢ ζῶντες ἔτι πρόληψιν ἔχειν τοῦ πεσεῖσθαι τὰ σφέτερα τέκνα καὶ τὰς γυναῖκας ὑπὸ τὴν τῶν ἐχθρῶν ἐξουσίαν.

但是,阿比多斯人被围困且几乎对生存绝望,他们宁可举国与孩子和妇女一起迎接命运的终结,也不愿在活着的时候预见到自己的孩子和妇女落入敌人的统治之下。

§16.32.5

διὸ καὶ μάλιστʼ ἄν τις ἐπὶ τῆς Ἀβυδηνῶν περιπετείας μέμψαιτο τῇ τύχῃ, διότι τὰς μὲν τῶν προειρημένων συμφορὰς οἷον ἐλεήσασα παραυτίκα διωρθώσατο, περιθεῖσα τὴν νίκην ἅμα καὶ τὴν σωτηρίαν τοῖς ἀπηλπισμένοις, περὶ δʼ Ἀβυδηνῶν τὴν ἐναντίαν εἶχε διάληψιν.

因此,人们在阿比多斯人的悲剧巨变中最有理由责备命运女神,因为她仿佛出于怜悯,立即纠正了前述人们的灾难,将胜利与救赎同时赐予了那些绝望之人,但对于阿比多斯人,她却做出了相反的决定。

§16.32.6

οἱ μὲν γὰρ ἄνδρες ἀπέθανον, ἡ δὲ πόλις ἑάλω, τὰ δὲ τέκνα σὺν αὐταῖς μητράσιν3 ἐγένετο τοῖς ἐχθροῖς ὑποχείρια.

因为男子们死去了,城市被攻陷了,孩子们和他们的母亲一同落入了敌人的手中。

语法注3 条
  1. 16.32.1ὑπερηρκέναι

    及物动词 ὑπεραίρω(意为“超越”)的完成时主动不定式。虽然此处出现了多个宾格名词短语,但从上下文来看,τὴν τῶν Ἀβυδηνῶν τόλμαν 是该不定式的逻辑主语(宾格),而 τὴν λεγομένην Φωκικὴν ἀπόνοιαν καὶ τὴν Ἀκαρνάνων εὐψυχίαν 则是其宾语。

  2. 16.32.2τῶν ἀναγκαίων

    形容词 ἀναγκαῖος 的中性复数属格名词化。在此处,它并非指抽象的“必需品”,而是根据历史背景(杀死妻儿的誓言)指代“肉亲、最亲近的妻儿”的惯用表达。

  3. 16.32.6σὺν αὐταῖς μητράσιν

    介词 σύν 搭配与格名词,并与强意代词 αὐτός(此处为与格复数阴性 αὐταῖς)一致。这是一种表示包容性伴随(“连同……一起”、“……也一同”)的惯用结构,译为“连同她们的母亲一起”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:16.32.1-16.32.6