← 波利比奥斯

历史

§16.26.1-16.26.10

雅典对腓力宣战与表彰罗得斯人

阿塔路斯国王婉拒直接出席雅典公民大会,而是通过书信极力劝说他们对腓力宣战。雅典人受到这封信以及罗得斯人演说的打动,决定对腓力宣战,并授予罗得斯人多项荣誉和同等公民权。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.26.1

μετὰ δὲ ταῦτα συναγαγόντες ἐκκλησίαν ἐκάλουν τὸν προειρημένον.

此后,他们召集了公民大会,并邀请前述的国王。

§16.26.2

παραιτουμένου δὲ καὶ φάσκοντος εἶναι φορτικὸν τὸ κατὰ πρόσωπον εἰσελθόντα διαπορεύεσθαι τὰς εὐεργεσίας1 τὰς αὑτοῦ τοῖς εὖ πεπονθόσι, τῆς εἰσόδου2 παρῆκαν, γράψαντα δʼ αὐτὸν ἠξίουν ἐκδοῦναι περὶ ὧν ὑπολαμβάνει συμφέρειν πρὸς τοὺς ἐνεστῶτας καιρούς.

但他予以婉拒,声称亲自出席并向受惠者历数自己的恩德是件粗俗的事,于是他们免除了他的出席,并请求他写下并呈递他认为对当前局势有益的意见。

§16.26.4

τοῦ δὲ πεισθέντος καὶ γράψαντος εἰσήνεγκαν τὴν ἐπιστολὴν οἱ προεστῶτες.

当他同意并写好后,领袖们便将这封信呈交了上去。

§16.26.5

ἦν δὲ τὰ κεφάλαια τῶν γεγραμμένων ἀνάμνησις τῶν πρότερον ἐξ αὐτοῦ γεγονότων εὐεργετημάτων εἰς τὸν δῆμον, ἐξαρίθμησις τῶν πεπραγμένων αὐτῷ πρὸς Φίλιππον κατὰ τοὺς ἐνεστῶτας καιρούς, τελευταία δὲ παράκλησις εἰς τὸν κατὰ Φιλίππου πόλεμον, καὶ διορκισμός, ὡς ἐὰν μὴ νῦν ἕλωνται συνεμβαίνειν εὐγενῶς εἰς τὴν ἀπέχθειαν ἅμα Ῥοδίοις καὶ Ῥωμαίοις καὶ αὐτῷ, μετὰ δὲ ταῦτα παρέντες τοὺς καιροὺς κοινωνεῖν βούλωνται τῆς εἰρήνης, ἄλλων αὐτὴν κατεργασαμένων, ἀστοχήσειν3 αὐτοὺς τοῦ τῇ πατρίδι συμφέροντος.

信中的要点是:回顾他以前对雅典人民所做的恩惠,列举他在当前局势下对腓力所采取的行动,以及最后,对与腓力交战的劝勉,和庄严的警告:如果他们现在不选择与罗得斯人、罗马人以及他自己一起高尚地投入敌对状态,而是在此之后错失良机,企图在他人赢得和平后共享其成,他们将损害国家利益。

§16.26.7

τῆς δʼ ἐπιστολῆς ταύτης ἀναγνωσθείσης ἕτοιμον ἦν τὸ πλῆθος ψηφίζεσθαι τὸν πόλεμον καὶ διὰ τὰ λεγόμενα καὶ διὰ τὴν εὔνοιαν τὴν πρὸς τὸν Ἄτταλον.

这封信宣读完后,群众因信中所言以及对阿塔路斯的友好态度,随时准备决议宣战。

§16.26.8

οὐ μὴν ἀλλὰ καὶ τῶν Ῥοδίων ἐπεισελθόντων καὶ πολλοὺς πρὸς τὴν αὐτὴν ὑπόθεσιν διαθεμένων λόγους, ἔδοξε τοῖς Ἀθηναίοις ἐκφέρειν τῷ Φιλίππῳ τὸν πόλεμον.

不仅如此,罗得斯人也进入会场,并就同一主题发表了许多演说,于是雅典人决定对腓力宣战。

§16.26.9

ἀπεδέξαντο δὲ καὶ τοὺς Ῥοδίους μεγαλομερῶς καὶ τόν τε δῆμον ἐστεφάνωσαν ἀριστείων στεφάνῳ καὶ πᾶσι Ῥοδίοις ἰσοπολιτείαν ἐψηφίσαντο διὰ τὸ κἀκείνους αὐτοῖς χωρὶς τῶν ἄλλων τάς τε ναῦς ἀποκαταστῆσαι4 τὰς αἰχμαλώτους γενομένας καὶ τοὺς ἄνδρας.

他们也盛情款待了罗得斯人,授予其人民彰显功勋的冠冕,并决议赋予所有罗得斯人同等的公民权,因为罗得斯人也另外将捕获的船只和人员归还给了他们。

§16.26.10

οἱ μὲν οὖν πρέσβεις οἱ παρὰ τῶν Ῥοδίων ταῦτα διαπράξαντες ἀνήχθησαν εἰς τὴν Κέων ἐπὶ τὰς νήσους μετὰ τοῦ στόλου. —

于是,罗得斯人的使节在办妥这些事情后,率领舰队启航前往群岛中的凯奥斯岛。

语法注4 条
  1. 16.26.2εἶναι φορτικὸν τὸ κατὰ πρόσωπον εἰσελθόντα διαπορεύεσθαι τὰς εὐεργεσίας

    不定式 εἶναι 的主语是带冠词的不定式 τὸ ... διαπορεύεσθαι(详细叙述)。εἰσελθόντα 是该不定式的逻辑主语(指阿塔路斯本人)的宾格分词,而 φορτικόν 则是作为 εἶναι 的表语。

  2. 16.26.3τῆς εἰσόδου

    动词 παρίημι 在此处与属格 τῆς εἰσόδου 连用,表示“免除”、“放弃(要求出场)”之意。

  3. 16.26.6ὡς ἐὰν μὴ νῦν ἕλωνται ... ἀστοχήσειν

    在 ὡς 之后,没有使用限定动词,而是使用了带宾格的不定式(ἀστοχήσειν αὐτούς)。这是波利比乌斯中常见的混杂句法(破格),用于在表示警告的词(διορκισμός)之后引入间接引语,该不定式充当条件从句(ἐὰν μὴ... ἕλωνται... βούλωνται)的结句。

  4. 16.26.9διὰ τὸ κἀκείνους αὐτοῖς ... ἀποκαταστῆσαι

    这是由 διὰ τὸ ... ἀποκαταστῆσαι 引导的带冠词不定式结构,表示原因(“因为他们归还了”)。κἀκείνους(他们也,即罗得斯人)是不定式的逻辑主语(宾格),而 αὐτοῖς(给他们,即雅典人)是与格间接宾语。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:16.26.1-16.26.10