← 波利比奥斯

历史

§16.19.1-16.19.11

芝诺关于战象运用与斯科帕斯撤退的错误

波利比乌斯指出了历史学家芝诺记述中的战术与逻辑矛盾,特别批判了关于交战时战象的移动、王子的实际人数以及斯科帕斯撤退过程中的不一致之处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.19.1

μετὰ δὲ ταῦτά φησι καταπροτερουμένην τὴν φάλαγγα ταῖς εὐχειρίαις καὶ πιεζομένην ὑπὸ τῶν Αἰτωλῶν ἀναχωρεῖν ἐπὶ πόδα,1 τὰ δὲ θηρία τοὺς ἐγκλίνοντας ἐκδεχόμενα καὶ συμπίπτοντα τοῖς πολεμίοις μεγάλην παρέχεσθαι χρείαν.

此后,他声称方阵被埃托利亚人的武技所压制,在逼迫下步步后退,而战象则接应了退却的士兵,并与敌军交锋,发挥了巨大的作用。

§16.19.2

πῶς δὲ ταῦτα γέγονεν ὀπίσω τῆς φάλαγγος οὐ ῥᾴδιον καταμαθεῖν, ἢ πῶς γενόμενα παρείχετο χρείαν μεγάλην·

然而,这些事是如何在方阵后方发生的,或者它们发生后又是如何发挥巨大作用的,这并不容易理解。

§16.19.3

ὅτε γὰρ ἅπαξ αἱ φάλαγγες συνέπεσον ἀλλήλαις, οὐκέτι δυνατὸν ἦν κρῖναι τὰ θηρία2 τίς τῶν ὑποπιπτόντων φίλιος ἢ πολέμιός ἐστι.

因为一旦双方的方阵互相交锋,战象就再也无法判别在它们脚下倒下的人中,谁是友军,谁是敌军。

§16.19.4

πρὸς δὲ τούτοις φησὶ τοὺς Αἰτωλῶν ἱππέας δυσχρηστεῖσθαι κατὰ τὸν κίνδυνον διὰ τὴν ἀσυνήθειαν τῆς τῶν θηρίων φαντασίας.

此外,他还声称埃托利亚的骑兵在战斗中因为不习惯战象的外形而陷入困境。

§16.19.5

ἀλλʼ οἱ μὲν ἐπὶ τοῦ δεξιοῦ ταχθέντες ἐξ ἀρχῆς ἀκέραιοι διέμενον, ὡς αὐτός φησι· τὸ δὲ λοιπὸν πλῆθος τῶν ἱππέων τὸ μερισθὲν ἐπὶ τὸ λαιὸν ἐπεφεύγει πᾶν ὑπὸ τῶν περὶ τὸν Ἀντίοχον ἡττημένον.3

然而,正如他自己所说,最初部署在右翼的人始终安然无恙;而分配到左翼的其余骑兵主力,则已被安条克麾下的人击败,全部逃跑了。

§16.19.6

ποῖον οὖν μέρος τῶν ἱππέων ἦν κατὰ μέσην τὴν φάλαγγα τὸ τοὺς ἐλέφαντας ἐκπληττόμενον;

那么,在方阵的中部,因大象而惊慌失措的是骑兵的哪一部分呢?

§16.19.7

ποῦ δʼ ὁ βασιλεὺς γέγονεν, ἢ τίνα παρέσχηται χρείαν ἐν τῇ μάχῃ, τὸ κάλλιστον σύστημα περὶ αὑτὸν ἐσχηκὼς καὶ τῶν πεζῶν καὶ τῶν ἱππέων; ἁπλῶς γὰρ οὐδὲν εἴρηται περὶ τούτων.

此外,国王又去了哪里?他身边围着步兵和骑兵中最精锐的部队,在战斗中又发挥了什么作用?因为对于这些事,他根本什么都没有提及。

§16.19.8

ποῦ δʼ ὁ πρεσβύτερος τῶν υἱῶν Ἀντίοχος ὁ μετὰ μέρους τινὸς τῆς δυνάμεως προκαταλαβόμενος τοὺς ὑπερδεξίους τόπους;

还有,那个率领部分兵力预先占领了有利高地的长子安条克又在哪里呢?

§16.19.9

οὗτος μὲν γὰρ οὐδʼ εἰς τὴν στρατοπεδείαν ἀνακεχώρηκεν αὐτῷ μετὰ τὴν μάχην. εἰκότως· δύο γὰρ Ἀντιόχους ὑπέθετο τοῦ βασιλέως υἱούς, ὄντος ἑνὸς τοῦ τότε συνεστρατευμένου.4

因为此人在战斗之后,甚至没有和他一起退回到营地。这也是理所当然的;因为他假设国王有两个名叫安条克的儿子,但当时实际上随军出征的只有一个。

§16.19.10

πῶς δʼ ὁ Σκόπας ἅμα μὲν αὐτῷ πρῶτος, ἅμα δʼ ἔσχατος ἀναλέλυκεν ἐκ τοῦ κινδύνου; φησὶ γὰρ αὐτὸν ἰδόντα τοὺς περὶ τὸν νεώτερον Ἀντίοχον ἐκ τοῦ διώγματος ἐπιφαινομένους κατὰ νώτου τοῖς φαλαγγίταις, καὶ διὰ τοῦτο τὰς τοῦ νικᾶν ἐλπίδας ἀπογνόντα, ποιεῖσθαι τὴν ἀποχώρησιν· μετὰ δὲ ταῦτα συστῆναι τὸν μέγιστον κίνδυνον, κυκλωθείσης τῆς φάλαγγος ὑπό τε τῶν θηρίων καὶ τῶν ἱππέων, καὶ τελευταῖον ἀποχωρῆσαι τὸν Σκόπαν ἀπὸ τοῦ κινδύνου.

此外,斯科帕斯又如何能在同一场危机中,既是第一个又是最后一个撤离的呢?因为他声称,斯科帕斯看到年轻的安条克麾下的骑兵从追击中折返并出现在方阵兵的后方,因此对获胜绝望,从而开始撤退;但在此之后又发生了最大的危险,方阵被战象和骑兵包围,最后斯科帕斯才从危险中撤离。

语法注4 条
  1. 16.19.1ἀναχωρεῖν ἐπὶ πόδα

    成语‘ἀναχωρεῖν ἐπὶ πόδα’意为“步步后退”或“迎着敌人缓慢撤退”。

  2. 16.19.3τὰ θηρία

    宾格‘τὰ θηρία’作不定式‘κρῖναι’的主语,意为“对于战象而言,(辨别……)已不再可能”。

  3. 16.19.5ἡττημένον

    此句的主要动词是过去完成时‘ἐπεφεύγει’(已逃跑),完成时分词‘ἡττημένον’(被击败)表示其逃跑的原因或状态。

  4. 16.19.9ὄντος ἑνὸς τοῦ τότε συνεστρατευμένου

    属格独立结构。现在时分词‘ὄντος’的名词化主语为‘τοῦ τότε συνεστρατευμένου’(当时随军出征者),‘ἑνὸς’作其表语。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:16.19.1-16.19.11