← 波利比奥斯

历史

§15.9.1-15.9.10

扎马战役的准备与普布利乌斯的布阵

汉尼拔与普布利乌斯的会谈最终破裂,两军在次日黎明列阵准备进行事关全球霸权的决战。普布利乌斯(西庇阿)针对敌军庞大的象群,采取了独特的直排间隙阵形来排兵布阵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.9.1

ταῦτα μὲν οὖν διαλεχθέντες αὑτοῖς Ἀννίβας καὶ Πόπλιος ἐχωρίσθησαν, ἀσύμβατον ποιησάμενοι τὴν κοινολογίαν.

汉尼拔与普布利乌斯在进行上述会谈后分道扬镳,两人的协商最终破裂。

§15.9.2

εἰς δὲ τὴν ἐπαύριον ἅμα τῷ φωτὶ τὰς δυνάμεις ἐξῆγον ἀμφότεροι καὶ συνίσταντο τὸν ἀγῶνα, Καρχηδόνιοι μὲν ὑπὲρ τῆς σφετέρας σωτηρίας καὶ τῶν κατὰ τὴν Λιβύην πραγμάτων, Ῥωμαῖοι δὲ περὶ τῆς τῶν ὅλων ἀρχῆς καὶ δυναστείας.

次日黎明,两军皆率兵出阵,摆开决战之势:迦太基人为自身的生存和在利比亚的利益而战,罗马人则为整个世界的统治权和霸权而战。

§15.9.3

ἐφʼ ἃ τίς οὐκ ἂν ἐπιστήσας1 συμπαθὴς γένοιτο κατὰ τὴν ἐξήγησιν;

面对这些情景,谁能在凝神倾注之余,于叙述时不深受感动呢?

§15.9.4

οὔτε γὰρ δυνάμεις πολεμικωτέρας οὔθʼ ἡγεμόνας ἐπιτυχεστέρους τούτων2 καὶ μᾶλλον ἀθλητὰς γεγονότας τῶν κατὰ πόλεμον ἔργων εὕροι τις ἂν ἑτέρους, οὐδὲ μὴν ἆθλα μείζω τὴν τύχην ἐκτεθεικυῖαν τοῖς ἀγωνιζομένοις τῶν τότε προκειμένων·

因为人们既找不到比这两支更骁勇善战的军队,也找不到比这两位更具运气、且在战争实务中更为千锤百炼的将领;同时,命运之神也从未给竞争者们开出过比当时摆在他们面前更为宏大的奖赏。

§15.9.5

οὐ γὰρ τῆς Λιβύης αὐτῆς οὐδὲ τῆς Εὐρώπης ἔμελλον κυριεύειν οἱ τῇ μάχῃ κρατήσαντες, ἀλλὰ καὶ τῶν ἄλλων μερῶν τῆς οἰκουμένης, ὅσα νῦν πέπτωκεν ὑπὸ τὴν ἱστορίαν. ὃ καὶ συνέβη γενέσθαι μετʼ ὀλίγον.

因为在战斗中获胜的人,他们将要统治的不只是利比亚本身或欧洲,还包括如今已纳入历史记载的已知世界的其他所有部分。而这正是随后不久便发生的事实。

§15.9.6

πλὴν ὁ μὲν Πόπλιος ἔθηκε τὰς τάξεις τῶν ἰδίων δυνάμεων τὸν τρόπον τοῦτον.

且说普布利乌斯将其麾下军队的阵形作了如下布置。

§15.9.7

πρῶτον μὲν τοὺς ἁστάτους καὶ τὰς τούτων σημαίας ἐν διαστήμασιν, ἐπὶ δὲ τούτοις τοὺς πρίγκιπας, τιθεὶς τὰς σπείρας οὐ κατὰ τὸ τῶν πρώτων σημαιῶν διάστημα, καθάπερ ἔθος ἐστὶ τοῖς Ῥωμαίοις, ἀλλὰ καταλλήλους3 ἐν ἀποστάσει διὰ τὸ πλῆθος τῶν παρὰ τοῖς ἐναντίοις ἐλεφάντων· τελευταίους δʼ ἐπέστησε τοὺς τριαρίους.

首先,他将青年兵(Hastati)及其各百人队留出间隔依次排列,在其后则是主力兵(Principes);在安置这些大队(Cohorts)时,他并未像罗马人的常规那样,将它们对准第一线各百人队之间的间隔,而是因为敌方大象数量众多,而在一定距离外与其呈平行直线排列;最后,他将老兵(Triarii)布置在最末端。

§15.9.8

ἐπὶ δὲ τῶν κεράτων ἔταξε κατὰ μὲν τὸ λαιὸν Γάιον Λαίλιον, ἔχοντα τοὺς Ἰταλικοὺς ἱππέας, κατὰ δὲ τὸ δεξιὸν μέρος Μασαννάσαν μετὰ πάντων τῶν ὑφʼ ἑαυτὸν ταττομένων Νομάδων.

在两翼的部署上,他在左翼派上了率领意大利骑兵的盖乌斯·莱利乌斯,在右翼则派上了马萨尼萨以及他麾下的所有努米底亚骑兵。

§15.9.9

τὰ δὲ διαστήματα τῶν πρώτων σημαιῶν ἀνεπλήρωσε ταῖς τῶν γροσφομάχων σπείραις, παραγγείλας τούτοις προκινδυνεύειν, ἐὰν δʼ ἐκβιάζωνται κατὰ τὴν τῶν θηρίων ἔφοδον, ἀποχωρεῖν, τοὺς μὲν καταταχοῦντας4 διὰ τῶν ἐπʼ εὐθείας διαστημάτων εἰς τοὐπίσω τῆς ὅλης δυνάμεως, τοὺς δὲ περικαταλαμβανομένους εἰς τὰ πλάγια παρίστασθαι διαστήματα κατὰ τὰς σημαίας.

他用轻装投枪手(Velites)的大队填补了第一线各百人队之间的空隙,并命令他们担任先锋御敌;倘若他们在巨兽的冲击下被迫退却,那些行动迅速的人应当通过直排的空隙撤退到整支军队的后方,而那些即将被追上的人则应沿着各百人队躲避入横向的间隙中。

语法注4 条
  1. 15.9.3ἐπιστήσας

    此处为惯用省略,省略了 τὸν νοῦν(意为“倾注心思、予以注意”),作条件或时间分词使用(意为“若有人对此倾注注意”)。它与后文的虚拟语气 ἂν γένοιτο 结合,表示潜在的可能性或假设。

  2. 15.9.4τούτων

    指示代词 οὗτος 的复数属格,用作比较级形容词 πολεμικωτέρας 和 ἐπιτυχεστέρους 的比较属格。在语境中,它指代对峙的双方军队以及两位将领。

  3. 15.9.7καταλλήλους

    与短语 ἐν ἀποστάσει(在一定距离外)连用,意为将主力兵(principes)与前线的青年兵(hastati)“平行地”或“直排对应地”进行排列。这解释了西庇阿偏离罗马传统棋盘式(quincunx)阵形的战术调整;按常规(καθάπερ ἔθος ἐστὶ τοῖς Ῥωμαίοις),第二线本应填补第一线的间隙(διάστημα),但此处为了应对战象而让其直排对齐。

  4. 15.9.10καταταχοῦντας

    为现在(或将来)分词的宾格复数,可能源自 καταταχέω 或 καταταχύνω(意为“跑得足够快以至于不被赶上”)。它与后文表示“正在被追上”的被动分词 περικαταλαμβανομένους 形成鲜明对比,旨在根据士兵撤退时的速度和处境来规定不同的应对策略。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:15.9.1-15.9.10