← 波利比奥斯

历史

§15.34.1-15.34.6

批判夸张的历史叙述与阿加托克雷斯的无能

批判了其他历史学家所偏爱的戏剧化和夸张叙述方法,并指出阿加托克雷斯毫无值得称道的能力或功绩,反而是因为自身的无能而在短时间内走向自灭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.34.1

τὸ τέλος.1 ἐγὼ δʼ οὐκ ἀγνοῶ μὲν τὰς τερατείας καὶ διασκευάς, αἷς κέχρηνται πρὸς ἔκπληξιν τῶν ἀκουόντων ἔνιοι τῶν γεγραφότων τὰς πράξεις ταύτας, πλείω τὸν ἐπιμετροῦντα λόγον διατιθέμενοι τοῦ συνέχοντος τὰ πράγματα καὶ κυρίου,2 τινὲς μὲν ἐπὶ τὴν τύχην ἀναφέροντες τὰ γεγονότα καὶ τιθέντες ὑπὸ τὴν ὄψιν τὸ ταύτης ἀβέβαιον καὶ δυσφύλακτον, οἱ δὲ τὸ παράδοξον τῶν συμβεβηκότων ὑπὸ λόγον ἄγοντες, πειρώμενοι τοῖς γεγονόσιν αἰτίας καὶ πιθανότητας ὑποτάττειν.

的结局。另一方面,我并非不知道,在记载这些事件的历史学家中,有些人为了让听众震惊而采用夸大和粉饰的手法,他们所展开的附加和赘余之说,多于那些维系事态并起决定作用的关键叙述,有些人将所发生的事归因于命运,并向我们展示命运的无常与防不胜防;而另一些人则试图对所发生之事的离奇性进行合理解释,力图为这些事件赋予原因和合理性。

§15.34.3

οὐ μὴν ἔγωγε προεθέμην τούτῳ χρήσασθαι τῷ χειρισμῷ περὶ τῶν προειρημένων διὰ τὸ μήτε πολεμικὴν τόλμαν καὶ δύναμιν ἐπίσημον γεγονέναι3 περὶ τὸν Ἀγαθοκλέα μήτε χει ρισμὸν πραγμάτων ἐπιτυχῆ καὶ ζηλωτὸν μήτε τὸ τελευταῖον τὴν αὐλικὴν ἀγχίνοιαν καὶ κακοπραγμοσύνην διαφέρουσαν, ἐν ᾗ Σωσίβιος καὶ πλείους ἕτεροι κατεβίωσαν, βασιλεῖς ἐκ βασιλέων μεταχειριζόμενοι, τὰ δʼ ἐναντία τούτοις συμβεβηκέναι περὶ τὸν προειρημένον ἄνδρα.

然而,我并不打算在对待前述之人时采用这种处理方法,因为在阿加托克雷斯身上,既没有显著的军事勇气和能力,也没有成功且令人羡慕的国务处理能力,最后也没有卓越的宫廷机智与权谋——而索西比乌斯和其他许多人正是凭借这种机智,在操纵一代又一代君主的过程中度过了余生——相反,在前述男子身上发生的事情与这些完全相反。

§15.34.5

προαγωγῆς μὲν γὰρ ἔτυχε παραδόξου διὰ τὴν τοῦ Φιλοπάτορος ἀδυναμίαν τοῦ βασιλεύειν· τυχὼν δὲ ταύτης καὶ παραλαβὼν εὐφυέστατον καιρὸν μετὰ τὸν ἐκείνου θάνατον πρὸς τὸ συντηρῆσαι τὴν ἐξουσίαν, ἅμα τὰ πράγματα καὶ τὸ ζῆν ἀπέβαλε διὰ τὴν ἰδίαν ἀνανδρίαν καὶ ῥᾳθυμίαν, ἐν πάνυ βραχεῖ χρόνῳ καταγνωσθείς.

因为,他之所以获得意想不到的晋升,是由于菲洛帕托尔缺乏统治能力;但在获得这种晋升,并在国王死后得到了极其有利的维护权力的机会时,他却因为自己的软弱和懒惰,在极短的时间内被人们彻底看穿并唾弃,同时失去了权力和生命。

语法注3 条
  1. 15.34.1τὸ τέλος.

    此乃前一章(§15.33.13)末尾动词 ἔσχε 的直接宾语。尽管在手稿传统中,章节在此处被切分,使其看起来像一个独立的断句,但在翻译中仍需体现它与前文的语法关联。

  2. 15.34.1τοῦ συνέχοντος τὰ πράγματα καὶ κυρίου

    由比较级形容词 πλείω(更多)所引导的比较属格。它起到了修饰省略名词 λόγου 的分词短语作用,意为“维系事态并起决定作用的(关键叙述)”。

  3. 15.34.3διὰ τὸ μήτε πολεμικὴν τόλμαν καὶ δύναμιν ἐπίσημον γεγονέναι

    由介词 διὰ 和中性单数宾格定冠词 τό 引导的“宾格加不定式”结构的起点。该结构一直延续到 §15.34.4 中的 συμβεβηκέναι,将阿加托克雷斯缺乏才能的所有原因以及相反的境遇,共同置于同一个原因从句中。同时需注意名词 χειρισμόν 跨越了 §15.34.3 和 §15.34.4 的分节。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:15.34.1-15.34.6