- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:15.30.1-15.30.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
亚历山大市民和士兵的愤怒达到顶点并爆发暴动,阿加托克雷斯在醉酒中惊醒,带着年轻的国王及亲属退避到宫殿的地下通道中。
ἤδη δὲ κεκριμένου τοῦ καινοτομεῖν1 τοῖς ἀνδράσιν, ἐπιγενομένης καθʼ ἑκάστην οἰκίαν καὶ τῆς ἐκ τῶν γυναικῶν ὀργῆς διπλάσιον ἐξεκαύθη τὸ μῖσος.
由于男子们已经决定采取变革,且每个家庭中妇女们的愤怒也随之加入,仇恨便成倍地燃烧起来。
ἅμα δὲ τῷ μεταλαβεῖν τὸ τῆς νυκτὸς πᾶσα πλήρης ἦν ἡ πόλις θορύβου καὶ φώτων καὶ διαδρομῆς·
随着夜幕降临,整个城市都充满了喧嚣、灯火和四处奔走的人群。
οἱ μὲν γὰρ εἰς τὸ στάδιον ἡθροίζοντο μετὰ κραυγῆς, οἱ δὲ παρεκάλουν ἀλλήλους, οἱ δὲ κατεδύοντο διαδιδράσκοντες εἰς ἀνυπονοήτους οἰκίας καὶ τόπους·
因为有些人大声喧哗着聚集到竞技场,有些人互相招呼,还有些人则逃跑并躲藏在出人意料的房屋和角落里。
ἤδη δὲ τῶν περὶ τὴν αὐλὴν εὐρυχωριῶν καὶ τοῦ σταδίου καὶ τῆς πλατείας πλήρους ὑπαρχούσης2 ὄχλου παντοδαποῦ καὶ τῆς περὶ τὸ Διονυσιακὸν θέατρον προστασίας, πυθόμενος τὸ συμβαῖνον Ἀγαθοκλῆς ἐξηγέρθη μεθύων, ἄρτι καταλελυκὼς τὸν πότον, καὶ παραλαβὼν τοὺς συγγενεῖς πάντας πλὴν Φίλωνος ἧκε πρὸς τὸν βασιλέα.
当宫殿周围的空地、竞技场、大马路以及迪奥尼索斯剧院前廊已经挤满了各种各样的人群时,获悉事态发展的阿加托克雷斯在醉酒中惊醒,他刚刚结束酒宴,便带着除菲隆以外的所有亲属,来到了国王面前。
καὶ βραχέα πρὸς τοῦτον οἰκτισάμενος καὶ λαβόμενος αὐτοῦ τῆς χειρός, ἀνέβαινεν εἰς τὴν σύριγγα τὴν μεταξὺ τοῦ Μαιάνδρου καὶ τῆς παλαίστρας κειμένην καὶ φέρουσαν ἐπὶ τὴν τοῦ θεάτρου πάροδον.
他对国王简短地哀诉,并拉着他的手,走进了位于迈安德罗斯和体育馆之间、通往剧院通道的地下通道。
μετὰ δὲ ταῦτα, δύο θύρας ἀσφαλισάμενος τὰς πρώτας, εἰς τὴν τρίτην ἀνεχώρησε μετὰ δυεῖν ἢ τριῶν σωματοφυλάκων καὶ τοῦ βασιλέως καὶ τῆς αὑτοῦ συγγενείας.
此后,在锁好了前两道门之后,他带着两三名卫兵、国王以及自己的亲属退到了第三道门内。
συνέβαινε δὲ τὰς θύρας εἶναι δικτυωτὰς διαφανεῖς, ἀποκλειομένας δὲ διττοῖς μοχλοῖς.
碰巧这些门是网眼状、透明的格子门,并用双重闩锁锁闭。
κατὰ δὲ τὸν καιρὸν τοῦτον ἡθροισμένου τοῦ πλήθους ἐξ ἁπάσης τῆς πόλεως, ὥστε μὴ μόνον τοὺς ἐπιπέδους τόπους, ἀλλὰ καὶ τὰ βάθρα καὶ τὰ τέγη καταγέμειν ἀνθρώπων, ἐγίνετο βοὴ καὶ κραυγὴ σύμμικτος, ὡς ἂν γυναικῶν ὁμοῦ καὶ παίδων ἀνδράσιν ἀναμεμιγμένων·3
此时,由于全城的人群都聚集起来,以至于不仅是地面上的场所,连看台和屋顶都挤满了人,现场爆发出一片混杂的呼喊和喧嚣声,就如同妇女和儿童与男子混杂在一起时一样。
οὐ γὰρ ἐλάττω ποιεῖ τὰ παιδάρια τῶν ἀνδρῶν περὶ τὰς τοιαύτας ταραχὰς ἔν τε τῇ Καρχηδονίων πόλει καὶ κατὰ τὴν Ἀλεξάνδρειαν.
因为在这类动乱中,无论是在迦太基城还是在亚历山大,小孩子制造的动静都不亚于成年男子。
- 15.30.1κεκριμένου τοῦ καινοτομεῖν
以名词化不定式 τοῦ καινοτομεῖν 为主语的属格绝对结构。τοῖς ἀνδράσιν 是表示行为主体或利益关系的与格。
- 15.30.4πλήρους ὑπαρχούσης
虽然有四个名词短语(τῶν εὐρυχωριῶν、τοῦ σταδίου、τῆς πλατείας、τῆς προστασίας)作为属格绝对结构的并列主语,但分词仅在性、数、格上与最近的单数女性名词 τῆς προστασίας 保持一致(并构法 syllepsis)。
- 15.30.9ὡς ἂν γυναικῶν ὁμοῦ καὶ παίδων ἀνδράσιν ἀναμεμιγμένων
ὡς ἂν 后接属格绝对(或分词),用以虚拟或生动地描写作为原因的情景。此处表示这种喧嚣就如同妇女、儿童与男子混杂在一起时所产生的一样。
