← 波利比奥斯

历史

§12.4.1-12.4.14

科努斯岛与意大利借助号角管理牲畜的方式

作者解释了科努斯岛上使用喇叭管理牲畜的方法,揭示了蒂迈欧将它们描述为野生的错误。他进一步以意大利使用角笛进行大规模养猪管理的系统为例,对比了希腊的放牧方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.4.1

πλεῖον μέρος1 κατὰ γῆς. δοκεῖ γε μὴν πάντʼ εἶναι τὰ ζῷα κατὰ τὴν νῆσον ἄγρια διὰ τοιαύτην αἰτίαν.

大部分是在地下进行的。然而,这个岛上的所有动物似乎都是野生的,其原因如下。

§12.4.2

οὐ δύνανται κατὰ τὰς νομὰς συνακολουθεῖν οἱ ποιμαίνοντες τοῖς θρέμμασι διὰ τὸ σύνδενδρον καὶ κρημνώδη καὶ τραχεῖαν εἶναι τὴν νῆσον· ἀλλʼ ὅταν βούλωνται συναθροῖσαι, κατὰ τοὺς εὐκαίρους τόπους ἐφιστάμενοι τῇ σάλπιγγι συγκαλοῦσι τὰ ζῷα, καὶ πάντα πρὸς τὴν ἰδίαν ἀδιαπτώτως συντρέχει σάλπιγγα.

牧人们在牧场上无法跟随牲畜,因为该岛树木茂密、悬崖陡峭且崎岖不平;但当他们想要召集它们时,他们会站在便利的地方用小号召集动物,而所有的动物都会毫无差错地奔向属于自己的小号。

§12.4.3

λοιπὸν ὅταν τινὲς προσπλεύσαντες πρὸς τὴν νῆσον αἶγας ἢ βοῦς θεάσωνται νεμομένας ἐρήμους, κἄπειτα βουληθῶσι καταλαβεῖν, οὐ προσίεται τὰ ζῷα διὰ τὴν ἀσυνήθειαν, ἀλλὰ φεύγει.

因此,当有人乘船来到该岛,看到无人看管、正在吃草的山羊或牛,然后想要捕捉它们时,这些动物因为不习惯而不会让人接近,而是逃跑。

§12.4.4

ὅταν δὲ καὶ συνιδὼν ὁ ποιμὴν τοὺς ἀποβαίνοντας σαλπίσῃ, προτροπάδην ἅμα φέρεται καὶ συντρέχει πρὸς τὴν σάλπιγγα. διὸ φαντασίαν ἀγρίων ποιεῖ· ὑπὲρ ὧν Τίμαιος κακῶς καὶ παρέργως ἱστορήσας ἐσχεδίασε.

但当牧人也看到登岛的人并吹响小号时,它们便会一齐猛冲,聚集到小号声处。因此,这造成了野生的假象;对此,蒂迈欧记载得既糟糕又草率,完全是信口开河。

§12.4.5

τὸ δὲ τῇ σάλπιγγι πειθαρχεῖν οὐκ ἔστι θαυμάσιον· καὶ γὰρ κατὰ τὴν Ἰταλίαν οἱ τὰς ὗς τρέφοντες οὕτω χειρίζουσι τὰ κατὰ τὰς νομάς.

听从号声并不值得惊奇;因为在意大利,养猪的人也是这样管理放牧事务的。

§12.4.6

οὐ γὰρ ἕπονται κατὰ πόδας οἱ συοφορβοὶ τοῖς θρέμμασιν, ὥσπερ παρὰ τοῖς Ἕλλησιν, ἀλλὰ προηγοῦνται φωνοῦντες τῇ βυκάνῃ κατὰ διάστημα, τὰ δὲ θρέμματα κατόπιν ἀκολουθεῖ καὶ συντρέχει πρὸς τὴν φωνήν, καὶ τηλικαύτη γίνεται συνήθεια τοῖς ζῴοις πρὸς τὴν ἰδίαν βυκάνην ὥστε θαυμάζειν καὶ δυσπαραδέκτως ἔχειν τοὺς πρώτους ἀκούσαντας.

因为猪倌并不像在希腊人那里那样紧跟在牲畜后面,而是每隔一段距离就吹响角笛在前面引路,而牲畜则跟在后面,朝着声音奔集,动物们对属于自己的角笛形成了如此深厚的习惯,以至于初次听到的人都会感到惊奇且难以置信。

§12.4.8

διὰ γὰρ τὴν πολυχειρίαν καὶ τὴν λοιπὴν χορηγίαν μεγάλα συμβαίνει τὰ συβόσια κατὰ τὴν Ἰταλίαν ὑπάρχειν, καὶ μάλιστα [τὴν παλαίαν], παρά τε τοῖς Τυρρηνικοῖς καὶ Γαλάταις, ὥστε τὴν μίαν τοκάδα2 χιλίους ἐκτρέφειν ὗς, ποτὲ δὲ καὶ πλείους.

因为由于人手众多和其余的资源充足,意大利的猪群规模非常庞大,特别是在第勒尼安人和高卢人那里,以至于一头母猪[繁衍的系统]就能饲养一千头猪,有时甚至更多。

§12.4.9

διὸ καὶ κατὰ γένη ποιοῦνται καὶ καθʼ ἡλικίαν τὰς ἐκ τῶν νυκτερευμάτων ἐξαγωγάς.

因此,他们从夜宿处带出猪群时,也是按照品种和年龄进行的。

§12.4.10

ὅθεν εἰς τὸν αὐτὸν τόπον προαγομένων καὶ πλειόνων συστημάτων οὐ δύνανται ταῦτα κατὰ γένη τηρεῖν, ἀλλά γε συμπίπτει κατά τε τὰς ἐξελασίας καὶ νομὰς ἀλλήλοις, ὁμοίως δὲ κατὰ τὰς προσαγωγάς.

由此,当多个群体被带到同一个地方时,他们无法按品种保持它们独立,而是在赶出和放牧时,以及在带回时,它们都会互相混杂。

§12.4.11

ἐξ ὧν αὐτοῖς ἐπινενόηται πρὸς τὸ διακρίνειν, ὅταν συμπέσῃ, χωρὶς κόπου καὶ πραγματείας τὸ κατὰ βυκάνην.

于是,他们想出了用角笛在混杂时毫无劳苦和麻烦地进行区分的方法。

§12.4.12

ἐπειδὰν γὰρ τῶν νεμόντων ὁ μὲν ἐπὶ τοῦτο τὸ μέρος προάγῃ φωνῶν, ὁ δʼ ἐφʼ ἕτερον ἀποκλίνας, αὐτὰ διʼ αὑτῶν χωρίζεται τὰ θρέμματα καὶ κατακολουθεῖ ταῖς ἰδίαις βυκάναις μετὰ τοιαύτης προθυμίας ὥστε μὴ δυνατὸν εἶναι βιάσασθαι μηδὲ κωλῦσαι μηδενὶ τρόπῳ τὴν ὁρμὴν αὐτῶν.

因为每当牧人中的一人吹着号向这一侧引路,而另一人转向另一侧时,牲畜就会自行分开,并以极大的热忱跟随各自的角笛,以至于无法以任何方式强行阻止或阻碍它们的奔跑。

§12.4.13

παρὰ δὲ τοῖς Ἕλλησι κατὰ τοὺς δρυμούς, ἐπειδὰν ἀλλήλοις συμπέσῃ διώκοντα τὸν καρπόν, ὁ πλείονας ἔχων χεῖρας καὶ κατευκαιρήσας περιλαβὼν τοῖς ἰδίοις θρέμμασιν ἀπάγει τὰ τοῦ πλησίον.

然而在希腊人那里,在橡树林中,当猪群在争抢果实而互相混杂时,那拥有更多人手并抓住机会的人,就会把邻人的牲畜连同自己的牲畜一起圈起并赶走。

§12.4.14

ποτὲ δὲ κλέπτης ὑποκαθίσας ἀπήλασεν, οὐδʼ ἐπιγινώσκοντος τοῦ περιάγοντος πῶς ἀπέβαλε, διὰ τὸ μακρὰν ἀποσπᾶσθαι τὰ κτήνη τῶν περιαγόντων, ἁμιλλώμενα περὶ τὸν καρπόν, ὅταν ἀκμὴν3 ἄρχηται ῥεῖν. πλὴν ταῦτα μὲν ἐπὶ τοσοῦτον.

有时则是小偷设伏将其赶走,而带队放牧的人甚至不知道自己是如何丢失它们的,因为在果实刚开始掉落、牲畜争抢果实的时候,它们会远离带队放牧的人。不过,关于这些就说到这里吧。

语法注3 条
  1. 12.4.1πλεῖον μέρος

    承接前一个分卷末尾未完结的句子“γίνεται δὲ τὸ”(而它变成……),作为主语或补语。在语境中,应补充理解为“[该动物生活的]大部分[是在]地下[进行的]”。

  2. 12.4.8τοκάδα

    本义指“繁殖用的母猪”。此处作为夸张性表达,意指从单一一头母猪(及其产下的后代系统)中饲养繁衍出超过一千头规模的巨大猪群。

  3. 12.4.14ἀκμὴν

    名词“ἀκμή”(顶点、盛期)的单数宾格形在此用作副词,意为“恰好”、“正当此时”,表示时间上的紧迫性。它修饰后文的“ἄρχηται ῥεῖν”([果实]开始掉落)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:12.4.1-12.4.14