- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:12.25c.1-12.25c.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-07
作者解释了为什么提麦奥斯的批判态度能获得接受,并以自然学家斯特拉通和一般人生的道理为例,论述了批评他人容易而让自己保持无懈可击却很难的道理。
ἴσως δʼ οὖν ἄν τις ἐναπορήσειε πῶς τοιοῦτος ὢν οἷον ἡμεῖς ὑποδείκνυμεν τοιαύτης παρʼ ἐνίοις ἀποδοχῆς τέτευχε καὶ πίστεως.
也许有人会感到纳闷,像他这样具有我们所指出的那些缺点的人,怎么会在某些人那里获得如此的接受和信任。
τούτου δʼ ἐστὶν αἴτιον διότι πλεοναζούσης αὐτῷ κατὰ τὴν πραγματείαν τῆς κατὰ τῶν ἄλλων ἐπιτιμήσεως καὶ λοιδορίας1 οὐκ ἐκ τῆς αὑτοῦ θεωρεῖται πραγματείας οὐδʼ ἐκ τῶν ἰδίων ἀποφάσεων, ἀλλʼ ἐκ τῆς τῶν πέλας κατηγορίας, πρὸς ὃ γένος καὶ πολυπραγμοσύνην δοκεῖ μοι καὶ φύσιν προσενέγκασθαι διαφέρουσαν·
而这其中的原因在于,由于他的著作中充斥着对别人的批评和谩骂,人们并不是根据他自己的著作或他自己的观点来评价他,而是根据他对旁人的指责来评价他;在我看来,对于这一门类,他似乎投入了异于常人的探究热忱与天分。
παραπλήσιον γὰρ δή τι τοιοῦτο συμβέβηκε καὶ Στράτωνι τῷ φυσικῷ· καὶ γὰρ ἐκεῖνος ὅταν ἐγχειρήσῃ τὰς τῶν ἄλλων δόξας διαστέλλεσθαι καὶ ψευδοποιεῖν, θαυμάσιός ἐστιν· ὅταν δʼ ἐξ αὑτοῦ τι προφέρηται καί τι τῶν ἰδίων ἐπινοημάτων ἐξηγῆται, παρὰ πολὺ φαίνεται τοῖς ἐπιστήμοσιν εὐηθέστερος αὑτοῦ2 καὶ νωθρότερος.
因为非常类似的事情也发生在自然学家斯特拉通身上。因为那个人在企图剖析和驳斥他人的观点时是令人叹为观止的;但当他由自己提出某种观点并解释他自己的某些发明时,在学者们看来,他显露出的愚蠢和迟钝远远超过了他自己。
καί μοι δοκεῖ παντάπασιν ὅμοιόν τι γίνεσθαι περὶ τοὺς γράφοντας τῷ περὶ τὸν ὅλον ἡμῶν βίον συμβαίνοντι·3 καὶ γὰρ ἐν τούτῳ τὸ μὲν ἐπιτιμῆσαι τοῖς πέλας ἐστὶ ῥᾴδιον, τὸ δʼ αὑτὸν ἀναμάρτητον παρέχεσθαι χαλεπόν, καὶ σχεδὸν ὡς ἔπος εἰπεῖν ἴδοι τις ἂν τοὺς προχειρότατα τοῖς πέλας ἐπιτιμῶντας πλεῖστα περὶ τὸν ἴδιον βίον ἁμαρτάνοντας.
在我看来,发生在著作写作者身上的事情,与在我们整个生活中发生的事情完全相似;因为在这其中,指责旁人是容易的,而让自己保持无懈可击却是困难的,几乎可以说,人们会看到那些最轻易指责旁人的人,在他们自己的生活里犯下的错误最多。
- 12.25c.2πλεοναζούσης αὐτῷ κατὰ τὴν πραγματείαν τῆς κατὰ τῶν ἄλλων ἐπιτιμήσεως καὶ λοιδορίας
分词 πλεοναζούσης 与名词短语 τῆς ... ἐπιτιμήσεως καὶ λοιδορίας 构成属格独立结构(genitive absolute)。与格代词 αὐτῷ 作关系或所有与格(dative of reference/possession),表示“对他而言(在他的著作中)”。
- 12.25c.3εὐηθέστερος αὑτοῦ
比较级 εὐηθέστερος 带有表示比较的属格 αὑτοῦ(反身代词属格)。这里的比较对象并非他人,而是与“他自己在批评他人时的出色表现”进行的自我对比。
- 12.25c.4τῷ περὶ τὸν ὅλον ἡμῶν βίον συμβαίνοντι
由前行的形容词 ὅμοιον(相似的)所要求的与格。中性单数分词 συμβαίνοντι(带有冠词 τῷ 的名词性用法)表示“发生的事情”,即“在我们的整个生活中所发生的事情”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
