← 波利比奥斯

历史

§12.25a.1-12.25a.5

评提麦奥斯蓄意捏造与虚构演说

波利比乌斯批评提麦奥斯,指出其著作中有意的谎言损害了其整部历史作品的可靠性,并特别指出提麦奥斯笔下的演说并非基于事实,而只是在炫耀其修辞能力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.25a.1

ὅτι περὶ Τιμαίου φησὶν ὁ Πολύβιος ὁ Μεγαλοπολίτης· καθάπερ γὰρ ἐκ τῶν παροιμιῶν ἱκανὸν εἶναί φασι σταλαγμὸν ἕνα τοῦ μεγίστου τεύχους1 εἰς τὸ γνῶναι τὸ πᾶν ἔγχυμα, τὸν αὐτὸν τρόπον καὶ περὶ τῶν ὑποκειμένων χρὴ διαλαμβάνειν·

梅加洛波利斯的波利比乌斯关于提麦奥斯这样说道:正如人们常引用谚语所说,从最大的容器中倒出的一滴水就足以让人了解其中的全部液体,我们同样也应当对当前讨论的主题做出判断。

§12.25a.2

ἐπειδὰν γὰρ ἓν ἢ δεύτερον εὑρεθῇ ψεῦδος ἐν τοῖς συγγράμμασι, καὶ τοῦτο γεγονὸς ᾖ κατὰ προαίρεσιν, δῆλον ὡς οὐδὲν ἂν ἔτι βέβαιον οὐδʼ ἀσφαλὲς γένοιτο τῶν ὑπὸ τοῦ τοιούτου συγγραφέως λεγομένων.

因为,一旦在历史著作中发现了一两个谎言,且这是有意为之,那么显然,这类历史学家所说的一切话,便都再无任何确实与可靠可言。

§12.25a.3

ἵνα δὲ καὶ τοὺς φιλοτιμότερον διακειμένους μεταπείσωμεν, ῥητέον ἂν εἴη περὶ τῆς αἱρέσεως αὐτοῦ καὶ μελέτης τῆς κατὰ τὰς δημηγορίας καὶ τὰς παρακλήσεις, ἔτι δὲ τοὺς πρεσβευτικοὺς λόγους, καὶ συλλήβδην πᾶν τὸ τοιοῦτο γένος, ἃ σχεδὸν ὡς εἰ κεφάλαια2 τῶν πράξεών ἐστι καὶ συνέχει τὴν ὅλην ἱστορίαν·

然而,为了说服那些偏执地维护他的人,我们应该谈谈他在公众演说、动员演说、外交使节演说,以及总而言之所有此类体裁中的抉择与作风,这些几乎可以说是历史事件的核心,并维系着整个历史。

§12.25a.4

διότι γὰρ ταῦτα παρʼ ἀλήθειαν ἐν τοῖς ὑπομνήμασι κατατέταχε Τίμαιος, καὶ τοῦτο πεποίηκε κατὰ πρόθεσιν, τίς οὐ παρακολουθεῖ τῶν ἀνεγνωκότων;

因为,凡是读过这些记录的人,谁会看不出提麦奥斯在自述中违背事实地编造了这些内容,而且是故意为之呢?

§12.25a.5

οὐ γὰρ τὰ ῥηθέντα γέγραφεν, οὐδʼ ὡς ἐρρήθη κατʼ ἀλήθειαν, ἀλλὰ προθέμενος ὡς δεῖ ῥηθῆναι, πάντας ἐξαριθμεῖται τοὺς ῥηθέντας λόγους καὶ τὰ παρεπόμενα τοῖς πράγμασιν οὕτως ὡς ἂν εἴ τις ἐν διατριβῇ3 πρὸς ὑπόθεσιν ἐπιχειροίη ὥσπερ ἀπόδειξιν τῆς ἑαυτοῦ δυνάμεως ποιούμενος, ἀλλʼ οὐκ ἐξήγησιν τῶν κατʼ ἀλήθειαν εἰρημένων. —

因为他既没有记录下实际说过的话,也没有按当时说话的真实情况来写,而是设定了应当如何发言,从而罗列了所有说过的演说和事件的附带情况,这完全就像有人在学园里针对某个假定的话题进行修辞练习,仿佛是在展示自己的能力,而不是对实际说过的言论进行叙述。

语法注3 条
  1. 12.25a.1σταλαγμὸν ἕνα τοῦ μεγίστου τεύχους

    意为“从最大容器中倒出的一滴水”。属格 τοῦ μεγίστου τεύχους 用作表示来源或分离的属格,指明这一滴水所取自的源头。

  2. 12.25a.3ἃ σχεδὸν ὡς εἰ κεφάλαια

    关系代名词 ἃ(中性复数)将前文不同阴、阳性的名词短语(阴性复数的 δημηγορίας、παρακλήσεις 及阳性复数的 λόγους)作为其共同的先行词。此处使用中性复数,是为了将这些言论在总称意义上抽象地概括为“这些(言论)”。

  3. 12.25a.5ὡς ἂν εἴ τις ἐν διατριβῇ

    结构 ὡς ἂν εἰ 是引入假设性比喻的固定句式(“仿佛……一样”)。此处搭配表示潜在或虚拟语气的祈愿式动词 ἐπιχειροίη,用以形象地描述提麦奥斯将历史编纂视同在修辞学校中针对假定主题进行练习的情况。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:12.25a.1-12.25a.5