- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:12.11.1-12.11.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-07
作者指出蒂迈欧是对文献记录要求极高的人,以此论证他绝不会漏掉决定性证据并揭露其谎言,同时引用了蒂迈欧本人的历史观。
παρεσιώπησεν;1 ὁ γὰρ τὰς συγκρίσεις ποιούμενος2 ἀνέκαθεν τῶν ἐφόρων πρὸς τοὺς βασιλεῖς τοὺς ἐν Λακεδαίμονι καὶ τοὺς ἄρχοντας τοὺς Ἀθήνησι καὶ τὰς ἱερείας τὰς ἐν Ἄργει παραβάλλων πρὸς τοὺς ὀλυμπιονίκας, καὶ τὰς ἁμαρτίας τῶν πόλεων περὶ τὰς ἀναγραφὰς τὰς τούτων ἐξελέγχων, παρὰ τρίμηνον ἐχούσας τὸ διαφέρον, οὗτός ἐστι.
……会保持沉默吗?因为正是他,从一开始就把斯巴达的监察官与国王、雅典的执政官以及阿耳戈斯的女祭司与奥林匹亚获胜者进行比较,并指出各城市在记录上的错误,哪怕它们仅有三个月的误差。
καὶ μὴν ὁ τὰς ὀπισθοδόμους στήλας καὶ τὰς ἐν ταῖς φλιαῖς τῶν νεῶν προξενίας ἐξευρηκὼς Τίμαιός ἐστιν.
此外,寻找出神殿后室的碑石以及刻在神殿门柱上的国宾待遇协定的人,也正是蒂迈欧。
ὃν οὔθʼ ὑπάρχον τι τῶν τοιούτων ἀγνοεῖν οὔθʼ εὑρόντα παραλιπεῖν πιστευτέον οὔτε ψευσαμένῳ συγγνώμην δοτέον οὐδαμῶς· πικρὸς γὰρ γεγονὼς καὶ ἀπαραίτητος ἐπιτιμητὴς τῶν πέλας εἰκότως ἂν καὶ ὑπὸ τῶν πλησίον αὐτὸς ἀπαραιτήτου τυγχάνοι κατηγορίας. οὐ μὴν ἀλλὰ προφανῶς ἐν τούτοις ἐψευσμένος, μεταβὰς ἐπὶ τοὺς ἐν Ἰταλίᾳ Λοκροὺς πρῶτον μέν φησι τήν τε πολιτείαν καὶ τὰ λοιπὰ φιλάνθρωπα τοῖς Λοκροῖς ἀμφοτέροις Ἀριστοτέλη καὶ Θεόφραστον κατεψεῦσθαι3 τῆς πόλεως.
因此,既不能相信他在这些证据存在时会一无所知,也不能相信他在发现后会予以忽略,更不能对撒谎的他给予任何宽恕;因为他既然对旁人是一个刻薄且不留情面的指责者,他自己自然也该受到旁人无情的指责。无论如何,他在这些事情上显然撒了谎,在转而谈到意大利的洛克里人时,他首先声称,亚里士多德和泰奥弗拉斯托斯就该城市的国制以及对两部分洛克里人的其他仁慈制度撒了谎。
ἐγὼ δʼ οὐκ ἀγνοῶ μὲν ὅτι καὶ ταύτῃ τῆς πραγματείας ἀναγκασθήσομαι παρεκβαίνειν, διοριζόμενος καὶ διαβεβαιούμενος περὶ τούτων· οὐ μὴν ἀλλὰ διὰ ταύτην τὴν αἰτίαν εἰς ἕνα τόπον ὑπερεθέμην τὸν περὶ Τιμαίου λόγον, ἵνα μὴ πολλάκις ἀναγκάζωμαι τοῦ καθήκοντος ὀλιγωρεῖν. —
我自己并非不知道,在我的著作的这一部分,为了对此进行界定和确认,我也将被迫进行离题叙述;然而,正是由于这个原因,我把关于蒂迈欧的论述推迟并集中在同一个地方,以免我经常被迫忽视自己的本职任务。
ὅτι Τίμαιός φησι μέγιστον ἁμάρτημα περὶ τὴν ἱστορίαν εἶναι τὸ ψεῦδος· διὸ καὶ παραινεῖ τούτοις, οὓς ἂν ἐξελέγξῃ διεψευσμένους ἐν τοῖς συγγράμμασιν, ἕτερόν τι ζητεῖν ὄνομα τοῖς βυβλίοις, πάντα δὲ μᾶλλον ἢ καλεῖν ἱστορίαν. —
因为蒂迈欧声称,历史中最大的错误就是虚假;因此他也奉劝那些被他揭露在著作中撒了谎的人,给他们的书寻找其他名字,称为什么都好,就是不要称之为历史。
- 12.11.1παρεσιώπησεν;
此动词作为前一节(§12.10.9)中条件从句“ἦ πού γʼ ἂν οὗτος... ἐπιλαβόμενος...”(这样的人如果掌握了……想必更会……)的归结从句动词。它构成了一个反问句,意为“难道他会保持沉默吗?(当然不会)”。
- 12.11.1ὁ γὰρ τὰς συγκρίσεις ποιούμενος
该句的主语非常长,由名词化分词“ὁ ποιούμενος”(进行比较的人)以及与之并列的分词短语“παραβάλλων”(对照)和“ἐξελέγχων”(揭露)构成。整句的语法骨架是这一系列主语最终由句末的“οὗτός ἐστιν”(这正是他)来承接。
- 12.11.5κατεψεῦσθαι
动词“καταψεύδομαι”(撒谎、诬告)的不定式,用于由“φησί”引导的间接引语中。宾格的“Ἀριστοτέλη καὶ Θεόφραστον”作不定式的逻辑主语,而属格的“τῆς πόλεως”则是该动词的支配对象(关于该城市)。
