← 波利比奥斯

历史

§11.29.1-11.29.13

普布利乌斯赦免普通叛乱兵与惩处首恶的决断

西庇阿指出,叛军没有合理理由对罗马不满或对敌人抱有期待;他将群众比作随风变化的海洋,宣布宽恕普通士兵,但宣布将对反乱的主谋者进行惩罚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.29.1

οὐδένα.1 καὶ μὴν οὐδὲ τοῖς ὑποκειμένοις ἀσχάλλοντες· πότε γὰρ εὔροια πραγμάτων μείζων; πότε δὲ πλείω προτερήματα γέγονε τῇ Ῥώμῃ; πότε δὲ τοῖς στρατευομένοις μείζους ἐλπίδες ἢ νῦν;

“一个也没有。而且,你们也并非对眼前的境遇感到不满;因为什么时候时局比现在更顺遂?什么时候罗马获得了更多的胜利?什么时候服役的士兵们比现在抱有更大的希望?

§11.29.2

ἀλλʼ ἴσως ἐρεῖ τις τῶν ἀπηλπικότων ὅτι πλείω τὰ λυσιτελῆ τὰ παρὰ τοῖς ἐχθροῖς προυφαίνετο καὶ μείζους ἐλπίδες καὶ βεβαιότεραι· παρὰ τίσι δὴ τούτοις;

但也许那些绝望者中的某人会说,在敌人那一侧展现出了更多的利益,以及更大、更可靠的希望。究竟是在哪些人那里呢?

§11.29.3

ἢ παρʼ Ἀνδοβάλῃ καὶ Μανδονίῳ; καὶ τίς ὑμῶν οὐκ οἶδε διότι πρότερον μὲν οὗτοι παρασπονδήσαντες Καρχηδονίους πρὸς ἡμᾶς ἀπέστησαν, νῦν δὲ πάλιν ἀθετήσαντες τοὺς ὅρκους καὶ τὴν πίστιν ἐχθροὺς ἡμῖν σφᾶς αὐτοὺς ἀναδεδείχασι;

是在安多巴莱斯和曼多尼乌斯那里吗?你们中又有谁不知道,这些人先前背弃了与迦太基人的条约而投奔我们,如今又再次背弃誓言和信义,公然与我们为敌?

§11.29.4

καλόν γε τούτοις πιστεύσαντας πολεμίους γενέσθαι τῆς ἑαυτῶν πατρίδος.

信任这些人并成为自己祖国的敌人,这可真是太高尚了!

§11.29.5

οὐ μὴν οὐδʼ ἐν αὑτοῖς εἴχετε τὰς ἐλπίδας ὡς κρατήσοντες τῆς Ἰβηρίας· οὐδὲ γὰρ μετʼ Ἀνδοβάλου ταχθέντες ἱκανοὶ πρὸς ἡμᾶς ἦτε διακινδυνεύειν, μή τι2 καὶ καθʼ ἑαυτοὺς ταττόμενοι.

然而,你们甚至对自己也未曾抱有能够征服伊比利亚的希望;因为即使与安多巴莱斯并肩作战,你们也无法抵挡我们,更不用说你们自己孤军奋战了。

§11.29.6

τί οὖν ἦν ᾧ προσείχετε; πυθέσθαι γὰρ ἂν βουλοίμην ὑμῶν. εἰ μὴ νὴ Δία ταῖς ἐμπειρίαις τῶν νῦν προχειρισθέντων ἡγεμόνων καὶ ταῖς ἀρεταῖς πιστεύοντες ἢ καὶ ταῖς ῥάβδοις καὶ τοῖς πελέκεσι τοῖς προηγουμένοις αὐτῶν· ὑπὲρ ὧν οὐδὲ λέγειν πλείω καλόν.

那么,你们所寄望的究竟是什么?我倒想从你们那里得知。除非,誓以朱庇特之名,你们信任的是如今被推举出来的那些头领们的经验和才能,或者是走在他们前面的法西斯(束棒与斧头)——关于他们,多说也是无益。

§11.29.7

ἀλλʼ οὐκ ἔστι τούτων, ὦ ἄνδρες, οὐδέν· οὐδʼ ἂν ἔχοιθʼ ὑμεῖς δίκαιον οὐδὲ τοὐλάχιστον εἰπεῖν οὔτε πρὸς ἡμᾶς οὔτε πρὸς τὴν πατρίδα.

但是,诸位,这些没有一个是真的;无论是对我们还是对祖国,你们连最微小的正当理由也说不出来。

§11.29.8

διόπερ ἐγὼ περὶ ὑμῶν πρός τε τὴν Ῥώμην καὶ πρὸς αὑτὸν ἀπολογήσομαι, τὰ παρὰ πᾶσιν ἀνθρώποις ὁμολογούμενα δίκαια προθέμενος.

因此,我将代替你们向罗马以及我自己进行申辩,提出在所有人之间都得到公认的道理。

§11.29.9

ταῦτα δʼ ἐστὶ διότι πᾶς ὄχλος εὐπαραλόγιστος ὑπάρχει καὶ πρὸς πᾶν εὐάγωγος. ὅθεν αἰεὶ τὸ παραπλήσιον πάθος συμβαίνει περί τε τοὺς ὄχλους καὶ τὴν θάλατταν.

那就是:任何群众都是容易被蒙蔽的,也是容易被引向任何方向的。因此,在群众和海洋之间,总是会发生极其相似的状况。

§11.29.10

καθάπερ γὰρ κἀκείνης ἡ μὲν ἰδία φύσις ἐστὶν ἀβλαβὴς τοῖς χρωμένοις3 καὶ στάσιμος, ὅταν δʼ εἰς αὐτὴν ἐμπέσῃ τὰ πνεύματα βίᾳ, τοιαύτη φαίνεται τοῖς χρωμένοις οἷοί τινες ἂν ὦσιν οἱ κυκλοῦντες αὐτὴν ἄνεμοι, τὸν αὐτὸν τρόπον καὶ τὸ πλῆθος ἀεὶ καὶ φαίνεται καὶ γίνεται πρὸς τοὺς χρωμένους οἵους ἂν ἔχῃ προστάτας καὶ συμβούλους.

因为正如海洋自身的本性对于航行其上的人来说是无害且平静的,但当风暴猛烈袭来时,它在航行者面前呈现出的面貌,完全取决于搅动它的风是什么样子的;同样,群众对于对待他们的人来说,其表现和转变,也总是取决于他们拥有什么样的领导者和顾问。

§11.29.12

διὸ κἀγὼ νῦν καὶ πάντες οἱ προεστῶτες τοῦ στρατοπέδου πρὸς μὲν ὑμᾶς διαλυόμεθα καὶ πίστιν δίδομεν ἐφʼ ᾧ μὴ μνησικακήσειν.4

因此,我现在和军营里的所有将领都与你们达成和解,并以互不记恨为条件向你们保证。

§11.29.13

πρὸς δὲ τοὺς αἰτίους ἀκαταλλάκτως διακείμεθα, κολάζειν αὐτοὺς ἀξίως καὶ τῶν εἰς τὴν πατρίδα καὶ τῶν εἰς ἡμᾶς ἡμαρτημένων."

但对于那些主谋者,我们决不妥协,必将针对他们对祖国及对我们所犯下的罪行给予应有的惩罚。”

语法注4 条
  1. 11.29.1οὐδένα

    宾格单数阳性,对应前一句的 οὐδὲν οὔτʼ ἐρεῖν οὔτʼ ἐπινοήσειν ὑμῶν(你们连一个理由也说不出来,也想不出来),省略了名词 λόγον(理由)或 αἰτίαν(原因),表示“一个(理由)也没有”。

  2. 11.29.5μή τι

    μή τι(类似于 μή τι γε)是表示“更不用说”、“何况”的惯用副词短语。在此处修饰分词 καθʼ ἑαυτοὺς ταττόμενοι(你们自己排兵布阵),强调了其不可能:既然与安多巴莱斯联手时都无法抵挡,更不用说他们自己孤军奋战了。

  3. 11.29.10τοῖς χρωμένοις

    动词 χράομαι(使用、对待、接触)的现在分词与格复数。在海洋(ἐκείνης)的语境中,指“利用海洋的人(航海者)”,这与第11节中针对群众的 τοὺς χρωμένους(对待群众的人、领导者)形成平行对照关系。

  4. 11.29.12ἐφʼ ᾧ μὴ μνησικακήσειν

    介词 ἐπί 与关系代词与格 ᾧ 连用,后接将来时不定式 μνησικακήσειν,构成表示“在……的条件下”的条件结构(ἐφ' ᾧ + 不定式)。此处使用否定词 μή,表示“在不记恨(不怀怨)的条件下”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:11.29.1-11.29.13