- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:11.27.1-11.27.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-06
叛乱军接近城市时,普布利乌斯命令军事保民官秘密逮捕叛乱首领,并派忠诚的士兵把守城门。次日清晨,恢复健康的普布利乌斯以强健的姿态出现在广场集会上,令叛乱士兵大为震惊。
συνεγγιζόντων δʼ αὐτῶν τῇ πόλει, τοῖς μὲν ἄλλοις στρατιώταις εἰς τὴν ἐπαύριον ἅμα τῷ φωτὶ παρηγγέλλετο μετὰ τῆς παρασκευῆς ἐξάγειν, τοῖς δὲ χιλιάρχοις καὶ τοῖς ἐπάρχοις, ὅταν ἐκπορευομένοις1 μετὰ τοῦτο τὸ πρῶτον τὰς μὲν ἀποσκευὰς ἀποτιθέναι, τοὺς δὲ στρατιώτας κατέχειν ἐν τοῖς ὅπλοις ἐπὶ τῆς πύλης, κἄπειτα διελεῖν σφᾶς ἐφʼ ἑκάστην τῶν πυλῶν καὶ φροντίζειν ἵνα μηδεὶς ἐκπορεύηται τῶν ἀποστατῶν.
当他们接近城市时,其他士兵接到命令,要求在第二天黎明时分带上装备出发,而军事护民官和骑兵长官们则被命令,在此之后出发时,首先让士兵放下行装,让他们持械在城门处待命,随后将他们分派到各个城门,并注意不让任何叛乱者外出。
οἱ δὲ πρὸς τὴν ἀπάντησιν ἀποτεταγμένοι, συμμίξαντες τοῖς παραγινομένοις πρὸς αὐτούς, ἀπῆγον μετὰ φιλανθρωπίας τοὺς ἐν ταῖς αἰτίαις κατὰ τὸ συντεταγμένον.
那些被派去迎接的人,在与到来的人汇合后,按照命令亲切地领走了涉案的头目们。
τούτοις μὲν οὖν ὑπʼ αὐτὸν τὸν καιρὸν ἐρρήθη συλλαβεῖν τοὺς πέντε καὶ τριάκοντʼ ἄνδρας, ἐπειδὰν δειπνήσωσι, δήσαντάς τε τηρεῖν, μηδενὸς ἔτι τῶν ἔνδον ἐκπορευομένου πλὴν τοῦ διασαφήσοντος2 τῷ στρατηγῷ παρʼ ἑκάστου τὸ γεγονός.
事实上,就在那时,他们已接到指示,要在那三十五人吃过晚饭后将其逮捕并捆绑看守,同时不许里面的任何人再外出,除了从各自处所派去向将军报告所发生事情的人。
πραξάντων δὲ τῶν χιλιάρχων τὸ συνταχθέν, εἰς τὴν ἐπιοῦσαν ὁ στρατηγὸς ἅμα τῷ φωτὶ θεωρῶν τοὺς παραγινομένους ἡθροισμένους εἰς τὴν ἀγοράν, συνεκάλει τὴν ἐκκλησίαν.
当军事护民官们执行了命令后,第二天黎明时分,将军看到到来的人已在广场集结,便召集了大会。
πάντων δὲ συντρεχόντων κατὰ τὸν ἐθισμὸν ἅμα τῷ σημῆναι, καὶ μετεώρων ὄντων ταῖς διανοίαις οἷόν ποτʼ ὄψονται τὸν στρατηγὸν καὶ τί ποτʼ ἀκούσονται περὶ τῶν ἐνεστώτων, πρὸς μὲν τοὺς ἐπὶ τῶν πυλῶν χιλιάρχους ὁ Πόπλιος διεπέμψατο, κελεύων αὐτοὺς ἄγειν τοὺς στρατιώτας ἐν τοῖς ὅπλοις καὶ περιστῆναι τὴν ἐκκλησίαν, αὐτὸς δὲ προπορευθεὶς ἐξέστησε ταῖς διανοίαις πάντας εὐθέως κατὰ τὴν πρώτην φαντασίαν·
信号一响,所有人便按照惯例奔跑聚集,由于心中悬念着将军会以何种面貌出现、以及他们会听到关于眼前局势的何种消息,普布利乌斯向城门处的军事护民官们派去使者,命令他们带上武装士兵包围大会;而他自己则走上前来,以他的第一眼亮相顿使所有人的心灵感到震慑。
ἔτι γὰρ ὑπολαμβάνοντες αὐτὸν ἀσθενῶς ἔχειν οἱ πολλοί, κἄπειτα παρὰ τὴν προσδοκίαν αἰφνιδίως ἐρρωμένον θεασάμενοι κατὰ τὴν ἐπίφασιν κατεπλάγησαν.
因为大多数人还以为他身体虚弱,却在预料之外突然看到他显现出强健的姿态,因而大惊失色。
- 11.27.2ὅταν ἐκπορευομένοις
连接词 ὅταν(当……时)之后直接使用了与格分词 ἐκπορευομένοις,而非预期的虚拟式动词。它在性、数、格上与主句非人称动词 παρηγγέλλετο 的间接宾语 τοῖς δὲ χιλιάρχοις καὶ τοῖς ἐπάρχοις 保持一致。
- 11.27.4τοῦ διασαφήσοντος
未来主动分词单数属格,受前置词 πλήν(除……之外)支配,表示目的或意图(“前去报告之人”)。单数形式指从各个处所(παρʼ ἑκάστου)分别派出的那一名使者。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(3 处,最近 2026-10-12)
- 2026-10-12 统一书写 — 译文 3 处
