- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:11.17.1-11.17.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-06
菲洛皮门如期击败敌人,并专注于不让马哈尼达斯脱逃。马哈尼达斯在发现自己因追击失误而孤立、士兵纷纷溃散后,沿着战壕寻找退路。
πλὴν ὅ γε Φιλοποίμην οὐ διεψεύσθη τῇ προνοίᾳ τοῦ συντελεσθησομένου·1 τροπὴν γὰρ ἰσχυρὰν συνέβαινε γίνεσθαι τῶν Λακεδαιμονίων.
然而,菲洛皮门对即将发生之事所作的预料并未落空,因为拉刻代蒙人确实陷入了惨败。
συνορῶν δὲ τὴν φάλαγγα νικῶσαν καὶ τὰ ὅλα καλῶς αὑτῷ προχωροῦντα καὶ λαμπρῶς, ἐπὶ τὸ καταλειπόμενον ὥρμησε τῆς ὅλης ἐπιβολῆς· τοῦτο δʼ ἦν τὸ μὴ διαφυγεῖν τὸν Μαχανίδαν.2
他看到方阵正在取胜,并且全局都在对自己十分有利且辉煌地推进,便开始致力于整个计划中剩下的最后一步:即不让马哈尼达斯逃脱。
εἰδὼς οὖν αὐτὸν κατὰ τὴν τοῦ διώγματος παράπτωσιν ἀποτετμημένον ἐν τοῖς πρὸς τὴν πόλιν μέρεσι τῆς τάφρου μετὰ τῶν ἰδίων μισθοφόρων, ἐκαραδόκει τὴν τούτου παρουσίαν.
因此,他深知对方在追击时的失误,导致其与自己的雇佣兵一起在靠近城池方向的战壕区域被截断,于是便密切注视着此人的出现。
ὁ δὲ Μαχανίδας, συνθεωρήσας κατὰ τὴν ἀπόλυσιν τὴν ἀπὸ τοῦ διώγματος φεύγουσαν τὴν αὑτοῦ δύναμιν, καὶ συλλογισάμενος διότι προπέπτωκε καὶ διέψευσται τῆς ὅλης ἐλπίδος, εὐθέως ἐπειρᾶτο συστραφεὶς μεθʼ ὧν εἶχε περὶ αὑτὸν ξένων,3 ἅθρους διαπεσεῖν διὰ τῶν ἐσκεδασμένων καὶ διωκόντων.
另一方面,马哈尼达斯在从追击中撤回时,看到自己的军队正在逃跑,并意识到自己冲得太远、全部希望都已落空,于是立即试图集结身边的雇佣兵,成群结队地从那些分散追击的敌人中冲杀过去。
εἰς ἃ καὶ συνορῶντες ἔνιοι συνέμενον αὐτῷ τὰς ἀρχάς,4 ταύτην ἔχοντες τὴν ἐλπίδα τῆς σωτηρίας.
看到这一点的某些人起初也与他留在一起,以此作为他们生还的希望。
ὡς δὲ παραγενόμενοι συνεῖδον τοὺς Ἀχαιοὺς τηροῦντας τὴν ἐπὶ τῆς τάφρου γέφυραν, τότε δὴ πάντες ἐξαθυμήσαντες ἀπέρρεον ἀπʼ αὐτοῦ, καὶ καθʼ ἑαυτὸν ἕκαστος ἐπορίζετο τὴν σωτηρίαν.
但当他们到达并看到亚该亚人看守着跨越战壕的桥梁时,那时所有人便都丧失了斗志,纷纷离开了他,每个人都各自去寻求自己的生路。
καθʼ ὃν δὴ καιρὸν ὁ τύραννος ἀπογνοὺς τὴν διὰ τῆς γεφύρας ὁδὸν παρήλαυνε παρὰ τὴν τάφρον, ἐνεργῶς διάβασιν ζητῶν.
正是在这个时候,僭主放弃了通过桥梁的道路,沿着战壕疾驰,极力寻找可以通过的地方。
- 11.17.1τῇ προνοίᾳ τοῦ συντελεσθησομένου
τῇ προνοίᾳ 是表示方面或原因的与格(“在预见上”或“由于其预见”)。τοῦ συντελεσθησομένου 是中性单数未来被动分词的名词性用法,属格,意为“将要发生的事”,在此作 προνοίᾳ 的客观属格。
- 11.17.2τὸ μὴ διαφυγεῖν τὸν Μαχανίδαν
带有冠词 τὸ 的不定式短语,与主句的主语(或表语) τοῦτο 形成同位语关系。τὸν Μαχανίδαν 是不定式 διαφυγεῖν 的主格(对格形式)。
- 11.17.4μεθʼ ὧν εἶχε περὶ αὑτὸν ξένων
先行词 τῶν ξένων 被吸收到关系从句中,并与关系代词 ὧν 发生格同化(属格)。其本来的结构应为 μετὰ τῶν ξένων οὓς εἶχε(与他身边拥有的雇佣兵一起)。
- 11.17.5τὰς ἀρχάς
宾格名词短语用作副词,意为“起初”或“一开始”。
