← 波利比奥斯

历史

§10.5.1-10.5.10

大西庇阿兄弟当选市政官及其成功原因

普布利乌斯巧妙利用梦境,与哥哥一同当选市政官。作者指出其成功并非源于迷信的神圣恩宠,而是由于他敏锐察觉民意的心计以及其卓越的个人品质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.5.1

καὶ τῇ μὲν οὐδʼ ἐν νῷ τὸ ῥηθὲν ἦν, ὁ δὲ λαβὼν πρῶτον λαμπρὰν ἐσθῆτα κοιμωμένης ἔτι τῆς μητρὸς παρῆν εἰς τὴν ἀγοράν.

母亲根本没有把刚才所说的话放在心上,而他却在母亲还在熟睡时,先穿上一件洁白的衣服,来到了广场。

§10.5.2

τοῦ δὲ πλήθους καὶ διὰ τὸ παράδοξον καὶ διὰ τὴν προϋπάρχουσαν εὔνοιαν ἐκπληκτικῶς αὐτὸν ἀποδεξαμένου, καὶ μετὰ ταῦτα προελθόντος1 εἰς τὸν ἀποδεδειγμένον τόπον καὶ στάντος παρὰ τὸν ἀδελφόν, οὐ μόνον τῷ Ποπλίῳ περιέθεσαν οἱ πολλοὶ τὴν ἀρχήν, ἀλλὰ καὶ τἀδελφῷ διʼ ἐκεῖνον, καὶ παρῆσαν ἐπὶ τὴν οἰκίαν ἀμφότεροι γεγονότες ἀγορανόμοι.

民众由于这出乎意料的举动以及此前已有的好感,以惊人的热情迎接了他;随后,当他走向指定的地点并站在哥哥身边时,众人不仅把官职授予了普布利乌斯,而且因为他的缘故也授予了哥哥,两人都成了市政官,一起回到了家。

§10.5.4

τῇ δὲ μητρὶ τοῦ πράγματος ἄφνω προσπεσόντος, περιχαρὴς οὖσα πρὸς τὰς θύρας ἀπήντα καὶ μετὰ παραστάσεως ἠσπάζετο τοὺς νεανίσκους, ὥστε τὸν Πόπλιον ἐκ τοῦ συμβαίνοντος δοκεῖν2 πᾶσι τοῖς προακηκοόσι τῶν ἐνυπνίων μὴ μόνον κατὰ τὸν ὕπνον, ἔτι δὲ μᾶλλον ὕπαρ καὶ μεθʼ ἡμέραν διαλέγεσθαι τοῖς θεοῖς.

母亲突然听到这个消息,喜出望外地赶到门口迎接,并怀着极大的激动拥抱了这两个年轻人,以至于从这一结果来看,在所有先前听过那些梦境的人眼里,普布利乌斯不仅在梦中,甚至更是在清醒和白昼时都在与神明对话。

§10.5.6

ὧν οὐδὲν ἦν ἐνύπνιον, ἀλλʼ ὑπάρχων εὐεργετικὸς καὶ μεγαλόδωρος καὶ προσφιλὴς κατὰ τὴν ἀπάντησιν συνελογίσατο τὴν τοῦ πλήθους πρὸς αὑτὸν εὔνοιαν.

然而,这些根本不是什么神梦,而是因为他待人热诚、慷慨且和蔼可亲,早已算准了民众对自己的好意。

§10.5.7

λοιπὸν πρός τε τὸν τοῦ δήμου καὶ τὸν τῆς μητρὸς καιρὸν ἁρμοσάμενος εὐστόχως οὐ μόνον καθίκετο τῆς προθέσεως, ἀλλὰ καὶ μετά τινος ἐδόκει θείας ἐπιπνοίας αὐτὸ πράττειν.

因此,他巧妙地迎合了民众的机会和母亲的心境,不仅实现了自己的目标,而且还显得是在某种神圣启示的指导下行事。

§10.5.8

οἱ γὰρ μὴ δυνάμενοι τοὺς καιροὺς μηδὲ τὰς αἰτίας καὶ διαθέσεις ἑκάστων ἀκριβῶς συνθεωρεῖν, ἢ διὰ φαυλότητα φύσεως ἢ διʼ ἀπειρίαν καὶ ῥᾳθυμίαν, εἰς θεοὺς καὶ τύχας ἀναφέρουσι τὰς αἰτίας τῶν διʼ ἀγχίνοιαν ἐκ λογισμοῦ καὶ προνοίας ἐπιτελουμένων.3

因为那些由于天生愚钝或缺乏经验与懒惰而无法准确洞察时机、以及每件事的原因和状态的人,总是将那些凭借聪明才智、经过深思熟虑和预见而完成的事,归因于神明和运气。

§10.5.9

ταῦτα μὲν οὖν εἰρήσθω μοι χάριν τῶν ἀκουόντων, ἵνα μὴ συγκαταφερόμενοι ψευδῶς τῇ καθωμιλημένῃ δόξῃ περὶ αὐτοῦ παραπέμπωσι τὰ σεμνότατα καὶ κάλλιστα τἀνδρός, λέγω δὲ τὴν ἐπιδεξιότητα καὶ φιλοπονίαν.

因此,我写下这些话是为了读者的利益,以免他们被世俗关于他的错误舆论所误导,而忽略了这个人最崇高、最优秀的品质,即他的才干和勤勉。

§10.5.10

ἔτι δὲ μᾶλλον ἔσται τοῦτο συμφανὲς ἐπʼ αὐτῶν τῶν πράξεων.

这一点在他的实际功绩中将会变得更加显而易见。

语法注3 条
  1. 10.5.2προελθόντος

    单数属格分词 προελθόντος 和 στάντος 构成了以普布利乌斯为逻辑主语的属格绝对结构。由于受到前面单数属格绝对结构 τοῦ δὲ πλήθους... ἀποδεξαμένου 的句法牵引,这里使用了属格,而非与下一句主语一致的主格分词。

  2. 10.5.5δοκεῖν

    由表示结果的 ὥστε 引导的带对格的不定式结构。τὸν Πόπλιον 是 δοκεῖν 的逻辑主语(对格),而 διαλέγεσθαι(与神对话)作为 δοκεῖν 的补充不定式,同样以 τὸν Πόπλιον 为其主语。

  3. 10.5.8τῶν ... ἐπιτελουμένων

    中性复数属格分词 ἐπιτελουμένων 作名词性使用,修饰前文的对格名词 τὰς αἰτίας(……的原因)。较长的状语短语 διʼ ἀγχίνοιαν ἐκ λογισμοῦ καὶ προνοίας(凭机智、根据计算和预见)被夹在冠词 τῶν 与分词之间。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-22)
  • 2026-09-22 AI校阅 — 译文 1 处
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.5.1-10.5.10