- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.48.1-10.48.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-05
本节叙述了阿巴西亚卡伊人的居住地,并介绍了关于他们如何带着马匹徒步渡过乌浒水进入赫尔卡尼亚的两种奇特说:一说他们从瀑布水帘后方通过,二说河水侵蚀巨石并流经地下短距离后再显现出来。
οἱ δʼ Ἀπασιάκαι κατοικοῦσι μὲν ἀνὰ μέσον Ὄξου καὶ Τανάιδος, ὧν ὁ μὲν εἰς τὴν Ὑρκανίαν ἐμβάλλει θάλατταν, ὁ δὲ Τάναϊς ἐξίησιν εἰς τὴν Μαιῶτιν λίμνην· εἰσὶ δʼ ἑκάτεροι κατὰ τὸ μέγεθος πλωτοί.
阿巴西亚卡伊人居住在乌浒水与塔纳伊斯河之间,其中一水注入赫尔卡尼亚海,塔纳伊斯河则流向梅奥蒂斯湖。这两条河的规模都可以通航。
καὶ δοκεῖ θαυμαστὸν εἶναι πῶς οἱ Νομάδες περαιούμενοι τὸν Ὄξον εἰς τὴν Ὑρκανίαν ἔρχονται πεζῇ μετὰ τῶν ἵππων.
游牧民如何渡过乌浒水、带着马匹徒步进入赫尔卡尼亚,这似乎令人惊奇。
εἰσὶ δὲ δύο λόγοι περὶ τούτου τοῦ πράγματος, ὁ μὲν ἐπιεικής, ὁ δʼ ἕτερος παράδοξος, οὐ μὴν ἀδύνατος.
关于此事有两种说法,一种较为合理,另一种虽然奇异,但并非不可能。
ὁ γὰρ Ὄξος ἔχει μὲν ἐκ τοῦ Καυκάσου τὰς πηγάς, ἐπὶ πολὺ δʼ αὐξηθεὶς ἐν τῇ Βακτριανῇ, συρρεόντων εἰς αὐτὸν ὑδάτων, φέρεται διὰ πεδιάδος χώρας πολλῷ καὶ θολερῷ ῥεύματι.
因为乌浒水源自高加索山脉,在巴克特里亚因汇入大水而水量激增,以浩大而混浊的洪流穿过平原地带。
παραγενόμενος δʼ εἰς τὴν ἔρημον ἐπί τινας πέτρας ἀπορρῶγας ἐξωθεῖ τὸ ῥεῦμα τῇ βίᾳ διὰ τὸ πλῆθος καὶ τὴν καταφορὰν τῶν ὑπερκειμένων τόπων ἐπὶ τοσοῦτον ὥστε τῆς πέτρας1 ἐν τοῖς κάτω μέρεσι πλεῖον ἢ στάδιον ἀφάλλεσθαι τὴν καταφορὰν αὐτοῦ.
当它流到沙漠时,由于上游地区的水量和地势的急剧下倾,以极大的冲力将水流推向某些险峻的断崖,以至于它的下落之势在岩石下部向外飞跃一斯塔德以上。
διὰ δὴ τούτου τοῦ τόπου φασὶ τοὺς Ἀπασιάκας παρʼ αὐτὴν τὴν πέτραν ὑπὸ τὴν καταφορὰν τοῦ ποταμοῦ πεζεύειν μετὰ τῶν ἵππων εἰς τὴν Ὑρκανίαν.
据说,阿巴西亚卡伊人正是通过这个地方,紧挨着岩石本身并在河流的瀑布下方,带着马匹徒步进入赫尔卡尼亚。
ὁ δʼ ἕτερος λόγος ἐπιεικεστέραν ἔχει τοῦ πρόσθεν τὴν ἀπόφασιν. τοῦ γὰρ ὑποκειμένου τόπου μεγάλους ἔχοντος πλαταμῶνας, εἰς οὓς καταρράττει, τούτους φασὶ τῇ βίᾳ τοῦ ῥεύματος ἐκκοιλαίνοντα καὶ διαρρηγνύντα2 κατὰ βάθος ὑπὸ γῆν φέρεσθαι τόπον οὐ πολύν, εἶτʼ ἀναφαίνεσθαι πάλιν.
另一种说法则比前一种包含更易让人接受的论断。因为下方的土地有平整的巨石,河水便落在其上,据说由于水流的冲力,河水将这些巨石冲刷侵蚀并深深地切开,在地下流动不远的一段距离,然后再次显现出来。
τοὺς δὲ βαρβάρους διὰ τὴν ἐμπειρίαν κατὰ τὸν διαλείποντα τόπον ποιεῖσθαι τὴν δίοδον ἐπὶ τῶν ἵππων εἰς τὴν Ὑρκανίαν. —
而蛮族人凭着经验,在那段水流中断的地方骑着马渡过去,进入赫尔卡尼亚。 —
- 10.48.5τῆς πέτρας
夺格性属格(分离属格),修饰由 ἀπό 和 ἅλλομαι 构成的复合动词 ἀφάλλεσθαι(飞跃而出),意为“自岩石(底部)飞跃出(一斯塔德以上)”。
- 10.48.7τούτους φασὶ τῇ βίᾳ τοῦ ῥεύματος ἐκκοιλαίνοντα καὶ διαρρηγνύντα
在由 φασί 引导的“对格加不定式”(A.c.I.)结构中,不定式 φέρεσθαι 和 ἀναφαίνεσθαι 的逻辑主语(河水或水流)被省略。复数阳性对格代词 τούτους 指代前文属格绝对结构中的 μεγάλους πλαταμῶνας(平整的巨石),并充当现在分词 ἐκκοιλαίνοντα 和 διαρρηγνύντα(修饰省略的主语)的直接宾语。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-10-09)
- 2026-10-09 与底本核对 — 原文 1 处
