- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.45.1-10.45.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-05
在指出埃涅阿斯信号系统的缺陷后,波利比乌斯介绍了由克莱奥克塞诺斯和德莫克里特发明、并由他自己完善的更精确的通信系统。该系统使用字母坐标,能够准确传递任何紧急信息。
ταῦτα δὲ βραχὺ μέν τι τῆς διὰ τῶν συνθημάτων πυρσείας ἐξήλλαχεν, ἀκμὴν δʼ ἐστὶν ἀόριστα.1
但这种方法只对预先约定的信号进行了微小的改动,依然极不明确。
δῆλον γὰρ [ἔσται] ὡς2 οὔτε προϊδέσθαι τὰ μέλλοντα πάντα δυνατὸν οὔτε προϊδόμενον εἰς τὴν βακτηρίαν γράψαι· λοιπὸν ὁπόταν ἐκ τῶν καιρῶν ἀνυπονόητά τινα συμβαίνῃ, φανερὸν ὡς οὐ δύναται δηλοῦσθαι κατὰ ταύτην τὴν ἐπίνοιαν.
因为显然,既不可能预见未来发生的所有事情,也不可能在预见之后将它们全部写在木棒上。因此,一旦因局势产生不可预测的情况,显然无法通过这种设计来传递。
καὶ μὴν οὐδʼ αὐτῶν τῶν ἐν τῇ βακτηρίᾳ γεγραμμένων οὐδέν ἐστιν ὡρισμένον. πόσοι γὰρ ἥκουσιν ἱππεῖς ἢ πόσοι πεζοὶ καὶ ποῦ τῆς χώρας καὶ πόσαι νῆες καὶ πόσος σῖτος, οὐχ οἷόν τε διασαφῆσαι· περὶ γὰρ ὧν ἀδύνατον γνῶναι πρὶν ἢ γενέσθαι, περὶ τούτων οὐδὲ συνθέσθαι πρὸ τοῦ δυνατόν.
此外,即使是木棒上所写的那些内容本身,也完全是不确定的。因为来了多少骑兵,或多少步兵,以及在领土的什么地方,或者有多少艘船,多少粮食,都是无法明确表达的;因为对于那些在发生之前无法知晓的事情,事先也是无法达成约定的。
τὸ δὲ συνέχον3 ἐστὶ τοῦτο· πῶς γὰρ ἄν τις βουλεύσαιτο περὶ τοῦ βοηθεῖν μὴ γινώσκων πόσοι πάρεισι τῶν πολεμίων ἢ ποῦ; πῶς δὲ θαρρήσαι πάλιν ἢ τοὐναντίον ἢ καθόλου διανοηθείη τι μὴ συνεὶς πόσαι νῆες ἢ πόσος σῖτος ἥκει παρὰ τῶν συμμάχων;
而最关键的一点在于:如果在不知道有多少敌人来到或者在何处的情况下,人们又怎能商讨如何进行增援?如果不知道盟友送来了多少艘船或者多少粮食,人们又怎能产生信心,或者相反地感到沮丧,乃至进行任何全面的规划?
ὁ δὲ τελευταῖος τρόπος, ἐπινοηθεὶς διὰ Κλεοξένου καὶ Δημοκλείτου, τυχὼν δὲ τῆς ἐξεργασίας διʼ ἡμῶν, πάντη πάντως μέν ἐστιν ὡρισμένος καὶ πᾶν τὸ κατεπεῖγον δυνάμενος ἀκριβῶς διασαφεῖν, κατὰ δὲ τὸν χειρισμὸν ἐπιμελείας δεῖ καὶ παρατηρήσεως ἀκριβεστέρας.
而由克莱奥克塞诺斯和德莫克里特发明、并由我们完成的最后一种方法,在任何方面都是完全确定的,能够准确地传递一切紧急情况,但在操作上它需要仔细的照料和更精确的观察。
ἔστι δὲ τοιοῦτος. τὸ τῶν στοιχείων πλῆθος ἑξῆς δεῖ λαμβάνοντας διελεῖν εἰς πέντε μέρη κατὰ πέντε γράμματα. λείψει δὲ τὸ τελευταῖον ἑνὶ στοιχείῳ· τοῦτο δʼ οὐ βλάπτει πρὸς τὴν χρείαν.
它是这样的:必须依次取得字母表中的全部字母,并将其分成五组,每组五个字母。最后一组会少一个字母,但这并不影响实际使用。
μετὰ δὲ ταῦτα πλατεῖα παρεσκευάσθαι πέντε τοὺς μέλλοντας ἀποδιδόναι τὴν πυρσείαν ἀλλήλοις ἑκατέρους καὶ γράψαι4 τῶν μερῶν ἑξῆς εἰς ἕκαστον πλατεῖον, κἄπειτα συνθέσθαι πρὸς αὑτοὺς διότι τοὺς μὲν πρώτους ἀρεῖ πυρσοὺς ὁ μέλλων σημαίνειν ἅμα καὶ δύο καὶ μενεῖ μέχρις ἂν ὁ ἕτερος ἀνταίρῃ.
此后,准备相互传递信号的双方必须各准备五块书板,并把各组的字母依次写在每一块书板上。然后他们必须相互约定:准备发出信号的人首先同时升起两支火炬,并保持不动,直到对方升起火炬回应。
τοῦτο δʼ ἔσται χάριν τοῦ διὰ ταύτης τῆς πυρσείας ἑαυτοῖς ἀνθομολογήσασθαι διότι προσέχουσι.
这样做的目的在于通过这种火炬信号向彼此确认他们正在注意。
καθαιρεθέντων δὲ τούτων λοιπὸν ὁ σημαίνων ἀρεῖ μὲν τοὺς πρώτους ἐκ τῶν εὐωνύμων,5 διασαφῶν τὸ πλατεῖον ποῖον δεήσει σκοπεῖν, οἷον ἐὰν μὲν τὸ πρῶτον, ἕνʼ, ἂν δὲ τὸ δεύτερον, δύο, καὶ κατὰ λόγον οὕτω· τοὺς δὲ δευτέρους ἐκ τῶν δεξιῶν κατὰ τὸν αὐτὸν λόγον, ποῖον δεήσει γράμμα τῶν ἐκ τοῦ πλατείου γράφειν αὖ τὸν ἀποδεχόμενον τὴν πυρσείαν.
降下这些火炬后,发送信号的人首先从左侧升起第一组火炬,以此标明需要看哪一块书板:例如,若是第一块则升起一支,若是第二块则升起两支,以此类推;接着从右侧以同样的比例升起第二组火炬,以此标明接收信号的人应当写下该书板上的哪一个字母。
- 10.45.1ἀόριστα
意为“不确定的”或“未界定的”。此处指埃涅阿斯的方法由于只能传递预先写好的通用词句,无法适应不可预测的细节(如具体人数、地点等),因此在信息表达上缺乏“确定性”。
- 10.45.2δῆλον γὰρ [ἔσται] ὡς
ὡς 引导的从句整体上作主语名词从句。“……这是显而易见的(将变得显而易见)”。
- 10.45.5τὸ δὲ συνέχον
现在分词 συνέχον 的中性单数名词化。意为“最重要的一点”或“核心”,起到引入争论焦点的作用。
- 10.45.8παρεσκευάσθαι ... γράψαι
受 §10.45.7 中的 δεῖ 支配的不定式(前者为完成时被动,后者为不定过去时主动)。其逻辑主语为宾格的 τοὺς μέλλοντας。
- 10.45.11τοὺς πρώτους ἐκ τῶν εὐωνύμων
“左侧的第一组(火炬)”。在此通信系统中,左侧升起的火炬数量标明“书板编号(1-5)”,右侧的数量标明“该书板上的字母位置(1-5)”,以此构成双火炬坐标编码方式(即波利比乌斯方格密码)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
