← 波利比奥斯

历史

§10.31.1-10.31.15

突破拉博斯山山口与攻克要塞叙林克斯

安条克三世通过险峻的山路,利用夜间迂回战术在拉博斯山山口击败伏击的蛮族。随后,他进入希尔卡尼亚的坦布拉克斯,并包围了防守严密的要塞城市叙林克斯,通过激烈的地道和地表战最终迫使其投降。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.31.1

οἱ δὲ περὶ τὸν Ἀντίοχον ἀσφαλῶς διέβησαν τὰς δυσχωρίας τῷ προειρημένῳ τρόπῳ, βραδέως δὲ καὶ δυσχερῶς· μόλις γὰρ ὀγδοαῖοι1 πρὸς τὰς κατὰ τὸν Λάβον ὑπεροχὰς ἀφίκοντο.

安条克及其部属以此前所述的方式安全地通过了险地,但过程缓慢且艰难;因为他们直到第八天才好不容易抵达拉博斯山的山口。

§10.31.2

τῶν δὲ βαρβάρων συνηθροισμένων ἐκεῖ, καὶ πεπεισμένων κωλύειν τῆς ὑπερβολῆς τοὺς πολεμίους, ἀγὼν συνέστη νεανικός. ἐξεώσθησαν δʼ οἱ βάρβαροι διὰ τοιαύτας αἰτίας.

由于蛮族集结在彼处,并确信能阻止敌军越过山口,因而展开了一场激烈的战斗。然而蛮族因以下原因而被击退。

§10.31.3

συστραφέντες γὰρ ἐμάχοντο πρὸς τοὺς φαλαγγίτας κατὰ πρόσωπον ἐκθύμως· τῆς δὲ νυκτὸς ἔτι τῶν εὐζώνων ἐκπεριελθόντων ἐκ πολλοῦ, καὶ καταλαβομένων τοὺς ὑπερδεξίους καὶ κατὰ νώτου τόπους, ἅμα τῷ συνιδεῖν2 οἱ βάρβαροι τὸ γεγονὸς εὐθέως πτοηθέντες ὥρμησαν πρὸς φυγήν.

因为他们起初密集队形,面对着方阵兵英勇地迎头痛击;然而当夜色未尽之时,轻装兵已从大老远完成了迂回,并占领了制高点与敌后的阵地,蛮族一看出所发生的事情,便立刻陷入惊恐并开始逃跑。

§10.31.4

ὁ δὲ βασιλεὺς τὴν μὲν ἐπὶ πλεῖον ὁρμὴν τῶν διωκόντων παρακατέσχε μετὰ πολλῆς σπουδῆς, ἀνακαλεσάμενος ταῖς σάλπιγξι, διὰ τὸ βούλεσθαι καταβαίνειν ἅθρους καὶ συντεταγμένους εἰς τὴν Ὑρκανίαν.

但国王由于希望大家能整队集中降入希尔卡尼亚,便用军号召回士兵,并极力制止了追击者进一步的冲锋。

§10.31.5

συστησάμενος δὲ τὴν πορείαν ὡς ἐβούλετο καὶ παραγενόμενος ἐπὶ Τάμβρακα, πόλιν ἀτείχιστον, ἔχουσαν δὲ βασίλεια καὶ μέγεθος, αὐτοῦ κατεσκήνωσε.

他的行军按其意愿重新整队,并抵达了坦布拉克斯——一座虽无城墙但建有王宫且规模宏大的城市,并在该处驻扎下来。

§10.31.6

τῶν δὲ πλείστων πεποιημένων τὴν ἀποχώρησιν ἔκ τε τῆς μάχης καὶ τῆς περικειμένης χώρας εἰς τὴν προσαγορευομένην Σίρυγκα πόλιν — συνέβαινε κεῖσθαι ʼκείνην οὐ μακρὰν τῆς Τάμβρακος, εἶναι δὲ τῆς Ὑρκανίας ὡς ἂν εἰ3 βασίλειον διά τε τὴν ὀχυρότητα καὶ τὴν ἄλλην εὐκαιρίαν —

绝大多数人已从战场及周边地区撤退到被称为叙林克斯的城市——该城恰好坐落在离坦布拉克斯不远的地方,因其坚固及其他便利,好似希尔卡尼亚的王宫所在地——

§10.31.7

ἔκρινε ταύτην ἐξελεῖν μετὰ βίας. ἀναλαβὼν οὖν τὴν δύναμιν προῆγε, καὶ περιστρατοπεδεύσας ἤρχετο τῆς πολιορκίας.

安条克决定武力攻取此城。于是,他率军前进,将其包围并开始筑营攻城。

§10.31.8

ἦν δὲ τὸ πλεῖστον μέρος τῆς ἐπιβολῆς ἐν ταῖς χωστρίσι χελώναις. τάφροι γὰρ ἦσαν τριτταί, πλάτος μὲν οὐκ ἔλαττον ἔχουσαι τριάκοντα πηχῶν, βάθος δὲ πεντεκαίδεκα· ἐπὶ δὲ τοῖς χείλεσιν ἑκάστης ἐπέκειτο χαρακώματα διπλᾶ καὶ τελευταῖον προτείχισμα δυνατόν.

攻城的主要手段是依靠填沟用的龟甲橹。因为这里有三重壕沟,宽度不小于三十肘,深度达十五肘;而在每条壕沟的边缘都立有双重栅栏,最后还有一道坚固的前障。

§10.31.9

συμπλοκαὶ μὲν οὖν ἐγίνοντο συνεχεῖς ἐπὶ τῶν ἔργων, ἐν αἷς οὐκ ἤνυον ἑκάτεροι φέροντες4 τοὺς νεκροὺς καὶ τοὺς τραυματίας διὰ τὸ μὴ μόνον ὑπὲρ γῆς, ἀλλὰ καὶ κατὰ γῆς διὰ τῶν ὀρυγμάτων ἐκ χειρὸς γίνεσθαι τοὺς κινδύνους.

于是,在工事旁不断发生交火,在这期间双方甚至无暇运走死者和伤员,因为人们不仅在地面上,还在地下的坑道中通过肉搏面临着危险。

§10.31.10

οὐ μὴν ἀλλὰ τῷ πλήθει καὶ τῇ τοῦ βασιλέως ἐνεργείᾳ ταχέως συνέβη καὶ τὰς τάφρους χωσθῆναι καὶ τὸ τεῖχος πεσεῖν διὰ τῶν ὀρυγμάτων.

然而,由于人手众多和国王的积极督战,壕沟很快被填平,城墙也因挖掘地下坑道而崩塌。

§10.31.11

οὗ συμβάντος διατραπέντες οἱ βάρβαροι τοῖς ὅλοις, καὶ τοὺς μὲν Ἕλληνας κατασφάξαντες τοὺς ἐν τῇ πόλει, τὰ δʼ ἐπιφανέστατα τῶν σκευῶν διαρπάσαντες, νυκτὸς ἀπεχώρησαν.

此事发生后,蛮族彻底丧失了斗志,他们在杀害了城内的希腊人、并劫掠了最贵重的器物后,趁夜撤退。

§10.31.12

ὁ δὲ βασιλεὺς συνθεασάμενος Ὑπερβάσαν ἀπέστειλε μετὰ τῶν μισθοφόρων· οὗ συμμίξαντος οἱ βάρβαροι ῥίψαντες τὰς ἀποσκευὰς αὖθις εἰς τὴν πόλιν ἔφυγον.

国王察觉到这一点,便派希佩尔巴萨斯率领雇佣军前去追击;当他与敌人交手时,蛮族丢下辎重,再次逃回城内。

§10.31.13

τῶν δὲ πελταστῶν ἐνεργῶς βιαζομένων διὰ τοῦ πτώματος, ἀπελπίσαντες σφᾶς αὐτοὺς παρέδοσαν. Ἀχριανή, πόλις Ὑρκανίας.

由于轻盾兵猛烈地从崩塌处攻入,他们感到绝望,便向敌军投降。 阿克里亚内,希尔卡尼亚的城市。

§10.31.14

Πολύβιος δεκάτῳ. Καλλιόπη, πόλις Παρθυαίων.

波里比阿,《第十卷》。 卡利奥佩,帕提亚人的城市。

§10.31.15

Πολύβιος δεκάτῳ.

波里比阿,《第十卷》。

语法注4 条
  1. 10.31.1ὀγδοαῖοι

    表示时间的形容词的谓语性用法。作为主格复数在性、数、格上与主语一致,但在语义上起副词作用,意为“在第八天”。

  2. 10.31.3ἅμα τῷ συνιδεῖν

    介词 ἅμα 表示同时性,与与格冠词不定式 τῷ συνιδεῖν 结合,意为“一……就……”。该不定式的逻辑主语与主句主语 οἱ βάρβαροι 一致。

  3. 10.31.6ὡς ἂν εἰ

    结合了比较词 ὡς、潜在小词 ἄν 和条件词 εἰ 的惯用连接词组,表示假设性比较(“仿佛”、“好似”),在此处用以比喻叙林克斯实际上相当于希尔卡尼亚的首都。

  4. 10.31.9οὐκ ἤνυον ἑκάτεροι φέροντες

    动词 ἀνύω(完成、达成)后接补充性分词 φέροντες 的构文。与否定词 οὐκ 连用,表示“双方都无法成功运走”或“甚至来不及运走”死伤者,生动地描绘了战况的激烈与紧迫。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.31.1-10.31.15