← 波利比奥斯

历史

§1.79.1-1.79.14

撒丁岛雇佣兵叛乱与马托斯的新阴谋

叙述了撒丁岛的雇佣兵反叛迦太基并在短暂统治该岛后被驱逐的经过,随后描写了非洲的马托斯等人企图通过新的不敬行径煽动大众的阴谋。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.79.1

κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς οἱ τὴν Σαρδόνα [τὴν νῆσον] παραφυλάττοντες τῶν μισθοφόρων, ζηλώσαντες τοὺς περὶ τὸν Μάθω καὶ Σπένδιον, ἐπιτίθενται τοῖς ἐν τῇ νήσῳ Καρχηδονίοις.

在同一时期,驻守撒丁岛[该岛]的雇佣兵们效仿马托斯和斯彭迪乌斯一伙,袭击了岛上的迦太基人。

§1.79.2

καὶ τὸν μὲν τότε παρʼ αὐτοῖς ὄντα βοήθαρχον Βώσταρον συγκλείσαντες εἰς τὴν ἀκρόπολιν μετὰ τῶν ἑαυτοῦ πολιτῶν ἀπέκτειναν.

他们将当时在他们那里的指挥官波斯塔尔同其市民兵一起围困在卫城之中,并将他杀害。

§1.79.3

αὖθις δὲ τῶν Καρχηδονίων στρατηγὸν ἐξαποστειλάντων μετὰ δυνάμεως Ἄννωνα, κἄπειτα καὶ τούτων τῶν δυνάμεων ἐγκαταλιπουσῶν1 τὸν Ἄννωνα καὶ μεταθεμένων πρὸς σφᾶς, γενόμενοι ζωγρίᾳ κύριοι τοῦ προειρημένου, παραυτίκα τοῦτον μὲν ἀνεσταύρωσαν, μετὰ δὲ ταῦτα παρηλλαγμένας ἐπινοοῦντες τιμωρίας πάντας τοὺς ἐν τῇ νήσῳ Καρχηδονίους στρεβλοῦντες ἀπέκτειναν·

随后,当迦太基人再次派遣汉诺作为将军并带去一支军队时,这些军队也背弃了汉诺,倒戈向了他们,他们生擒并俘获了上述之人,随即将他钉在十字架上,此后又想出各种离奇的刑罚,将岛上的所有迦太基人折磨致死。

§1.79.5

καὶ τὸ λοιπὸν ἤδη ποιησάμενοι τὰς πόλεις ὑφʼ ἑαυτοὺς εἶχον ἐγκρατῶς τὴν νῆσον, ἕως οὗ στασιάσαντες πρὸς τοὺς Σαρδονίους ἐξέπεσον ὑπʼ ἐκείνων εἰς τὴν Ἰταλίαν.

此后他们将各城市置于自己之下,牢牢控制了该岛,直到他们与撒丁人发生内讧,被其驱逐到了意大利。

§1.79.6

ἡ μὲν οὖν Σαρδὼ τοῦτον τὸν τρόπον ἀπηλλοτριώθη Καρχηδονίων, νῆσος καὶ τῷ μεγέθει καὶ τῇ πολυανθρωπίᾳ καὶ τοῖς γεννήμασι διαφέρουσα.

撒丁岛就是以这种方式脱离了迦太基人的统治,该岛在面积、人口以及物产上都极为出众。

§1.79.7

τῷ δὲ πολλοὺς καὶ πολὺν ὑπὲρ αὐτῆς πεποιῆσθαι λόγον2 οὐκ ἀναγκαῖον ἡγούμεθʼ εἶναι ταυτολογεῖν ὑπὲρ τῶν ὁμολογουμένων.

然而,由于已有许多人对其作了大量的记述,我们认为没有必要对这些公认的事实进行赘述。

§1.79.8

Μάθως δὲ καὶ Σπένδιος, ἅμα δὲ τούτοις Αὐτάριτος ὁ Γαλάτης ὑπιδόμενοι τὴν Ἀμίλκου φιλανθρωπίαν εἰς τοὺς αἰχμαλώτους καὶ φοβηθέντες μὴ τῷ τοιούτῳ τρόπῳ ψυχαγωγηθέντες ὁρμήσωσι πρὸς τὴν ὑποδεικνυμένην ἀσφάλειαν οἵ τε Λίβυες καὶ τὸ τῶν μισθοφόρων πλῆθος, ἐβουλεύοντο πῶς ἂν καινοτομήσαντές τι τῶν πρὸς ἀσέβειαν εἰς τέλος ἀποθηριώσειαν3 τὰ πλήθη πρὸς τοὺς Καρχηδονίους.

另一方面,马托斯和斯彭迪乌斯,以及与他们在一起的高卢人奥塔里图斯,对哈米尔卡对俘虏所展现的宽大态度产生了怀疑,并担心利比亚人和大批雇佣兵以此种方式受到安抚,会奔向那条向他们昭示的安全退路。于是他们商讨,如何通过开创某种大逆不道的新恶行,使大众对迦太基人彻底变得凶残。

§1.79.9

ἔδοξεν οὖν αὐτοῖς συναθροῖσαι τοὺς πολλούς. γενομένου δὲ τούτου γραμματοφόρον εἰσήγαγον, ὡς ἀπεσταλμένον ὑπὸ τῶν ἐκ τῆς Σαρδόνος αἱρετιστῶν.

于是他们决定召集大众。此事办妥后,他们引入了一名信使,佯称是由撒丁岛的同谋者们派来的。

§1.79.10

ἡ δʼ ἐπιστολὴ διεσάφει τόν τε Γέσκωνα καὶ τοὺς μετʼ αὐτοῦ πάντας, οὓς παρεσπόνδησαν ἐν τῷ Τύνητι, καθάπερ ἐπάνω προεῖπον, φυλάττειν ἐπιμελῶς, ὡς πραττόντων τινῶν ἐκ τοῦ στρατοπέδου τοῖς Καρχηδονίοις ὑπὲρ τῆς τούτων σωτηρίας.

信中说明,对于他们先前在突尼斯违背誓约扣押的盖斯科及其部下全体(正如我上面所说),必须予以严密监视,因为营中有部分人正为了这群人的安全而与迦太基人进行勾结。

§1.79.11

λαβόμενος δὲ τῆς ἀφορμῆς ταύτης ὁ Σπένδιος πρῶτον μὲν παρεκάλει μὴ πιστεύειν τὴν ὑπὸ τοῦ στρατηγοῦ τοῦ τῶν Καρχηδονίων γεγενημένην φιλανθρωπίαν πρὸς τοὺς αἰχμαλώτους· οὐ γὰρ σῶσαι προαιρούμενον αὐτὸν ταῦτα βεβουλεῦσθαι περὶ τῶν ἁλόντων, ἀλλὰ διὰ τῆς ἐκείνων ἀφέσεως ἡμῶν ἐγκρατῆ γενέσθαι σπουδάζοντα, πρὸς τὸ μὴ τινὰς ἀλλὰ πάντας ἡμᾶς ἅμα τιμωρήσασθαι πιστεύσαντας αὐτῷ.

斯彭迪乌斯利用这一借口,首先劝阻大家不要相信迦太基将军对俘虏所展现的宽大;因为,哈米尔卡对俘虏做出这番考量并非心存救度,而是急于通过释放他们来掌控我们,好让信赖他的我们不是部分而是全体一同受到惩罚。

§1.79.13

πρὸς δὲ τούτοις φυλάττεσθαι παρῄνει μὴ προέμενοι τοὺς περὶ τὸν Γέσκωνα καταφρονηθῶσι μὲν ὑπὸ τῶν ἐχθρῶν, μεγάλα δὲ βλάψωσι τὰς ἰδίας πράξεις, ἄνδρα τοιοῦτον καὶ στρατηγὸν ἀγαθὸν ἐάσαντες διαφυγεῖν, ὃν εἰκὸς ἐχθρὸν αὐτοῖς ἔσεσθαι φοβερώτατον.

除此之外,他还告诫大家应当警惕,切勿放走盖斯科一伙,以免遭到仇敌的蔑视,并对自身的事业造成重大损害——绝不能放走这样一位优秀将领的男子,因为他显然会成为他们最可怕的敌人。

§1.79.14

ἔτι δὲ ταῦτα λέγοντος αὐτοῦ παρῆν ἄλλος γραμματοφόρος, ὡς ἀπὸ τῶν ἐκ τοῦ Τύνητος ἀπεσταλμένος, παρα

当他还在说着这些话时,又一个信使到了,好像是从突尼斯的人那里派来的,传达相似的……

语法注3 条
  1. 1.79.3τῶν Καρχηδονίων στρατηγὸν ἐξαποστειλάντων... κἄπειτα καὶ τούτων τῶν δυνάμεων ἐγκαταλιπουσῶν...

    两个属格绝对结构(tōn Karchedoniōn... exaposteilantōn 和 toutōn tōn dynameōn egkatalipousōn... kai metathemenōn)相继并列。后者的主语 toutōn tōn dynameōn 指代前者的宾语 dynamis。

  2. 1.79.7τῷ δὲ πολλοὺς καὶ πολὺν ὑπὲρ αὐτῆς πεποιῆσθαι λόγον

    带定冠词与格(tōi)的不定式短语,在没有介词的情况下单独表示原因(“因为……”)。pollous 作为不定式 pepoiēsthai 的主格(对格主语)。

  3. 1.79.8πῶς ἂν... ἀποθηριώσειαν

    疑问词 πῶς 引导的 ἄν + 希求法(apothēriōseian)结构,构成表示方式的间接疑问从句,同时表达潜在可能性(“如何能够使……变凶残”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.79.1-1.79.14