← 波利比奥斯

历史

§1.69.1-1.69.14

斯潘迪乌斯与马托斯的煽动及乱石暴动

盖斯科试图劝导并向雇佣兵发放军饷,但逃奴斯潘迪乌斯和利比亚人马托斯因害怕惩罚而煽动士兵,警告迦太基人将进行报复,导致士兵们用石头砸死任何试图提出劝告的人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.69.1

ἀμφισβητουμένων. ὃς1 παραγενόμενος κατὰ θάλατταν μετὰ τῶν χρημάτων καὶ προσπλεύσας πρὸς τὸν Τύνητα, τὸ μὲν πρῶτον λαμβάνων τοὺς ἡγεμόνας, μετὰ δὲ ταῦτα συναθροίζων κατὰ γένη τοὺς πολλούς, ἃ μὲν ἐπετίμα περὶ τῶν γεγονότων, ἃ δὲ2 διδάσκειν ἐπειρᾶτο περὶ τῶν παρόντων· τὸ δὲ πλεῖον παρεκάλει πρὸς τὸ μέλλον, ἀξιῶν αὐτοὺς εὔνους ὑπάρχειν τοῖς ἐξ ἀρχῆς μισθοδόταις.

……有争议的事项。他携带资金乘船走海路抵达,驶往突尼斯。起初,他召集了军官,随后又按国籍聚集了大众,他一方面对发生过的事情表示谴责,另一方面试图对现状进行劝导;但更主要的是对未来进行劝告,要求他们对最初的雇主保持好意。

§1.69.3

τέλος δʼ ὥρμησε πρὸς τὸ διαλύειν τὰ προσοφειλόμενα τῶν ὀψωνίων, κατὰ γένη ποιούμενος τὴν μισθοδοσίαν.

最后,他开始发放积欠的军饷,按国籍进行支付。

§1.69.4

ἦν δέ τις Καμπανὸς ηὐτομοληκὼς παρὰ τῶν Ῥωμαίων δοῦλος, ἔχων σωματικὴν δύναμιν καὶ τόλμαν ἐν τοῖς πολεμικοῖς παράβολον, ὄνομα Σπένδιος.

当时有一个坎帕尼亚人,是从罗马人那里逃出来的奴隶,他身体强壮,在战争中具有不顾危险的胆量,名叫斯潘迪乌斯。

§1.69.5

οὗτος εὐλαβούμενος μὴ παραγενόμενος αὐτὸν ὁ δεσπότης κομίσηται,3 καὶ κατὰ τοὺς Ῥωμαίων νόμους αἰκισθεὶς διαφθαρῇ, πᾶν ἐτόλμα καὶ λέγειν καὶ πράττειν, σπουδάζων διακόψαι τὰς διαλύσεις τὰς πρὸς Καρχηδονίους.

此人因担心主人会来将他抓回,并按照罗马法律受尽折磨而死,因而敢说敢做任何事,极力想破坏与迦太基人的和解。

§1.69.6

ἅμα δὲ τούτῳ καὶ Λίβυς τις Μάθως, ὃς ἦν μὲν ἐλεύθερος καὶ τῶν συνεστρατευμένων, πλεῖστα δὲ κεκινηκὼς κατὰ τὰς προειρημένας ταραχάς. ἀγωνιῶν οὖν μὴ τίσῃ καὶ τὴν ὑπὲρ τῶν λοιπῶν δίκην, ἐπὶ τῆς αὐτῆς ἐγένετο γνώμης τοῖς περὶ τὸν Σπένδιον.

与他在一起的还有一个名叫马托斯的老兵,他是一个自由人,但在上述动乱中是最主要的煽动者。因此,他因担心自己也会替其他人受罚,便与斯潘迪乌斯一伙产生了相同的想法。

§1.69.7

καὶ λαμβάνων τοὺς Λίβυας ὑπεδείκνυε διότι μετὰ τὸν ὀψωνιασμὸν χωρισθέντων τῶν ἄλλων γενῶν εἰς τὰς πατρίδας ἀπερείσονται καὶ τὴν ὑπὲρ ἐκείνων ὀργὴν εἰς αὐτοὺς οἱ Καρχηδόνιοι καὶ βουλήσονται διὰ τῆς εἰς σφᾶς τιμωρίας ἅπαντας καταπλήξασθαι τοὺς ἐν τῇ Λιβύῃ.

他召集利比亚人,向他们指出:发完军饷后,当其他国籍的士兵各回祖国,迦太基人就会把对那些人的愤怒发泄在他们身上,并企图通过惩罚他们来恐吓利比亚的所有人。

§1.69.8

ταχὺ δὲ προσανασεισθέντες οἱ πολλοὶ τοῖς τοιούτοις λόγοις καὶ λαμβανόμενοι βραχείας ἀφορμῆς ἐκ τοῦ τὸν Γέσκωνα τὰ μὲν ὀψώνια διαλύειν4 τὰς δὲ τιμὰς τοῦ τε σίτου καὶ τῶν ἵππων ὑπερτίθεσθαι, συνέτρεχον εὐθέως εἰς ἐκκλησίαν.

众人很快被这些话煽动起来,并因盖斯科虽然发放军饷却推迟支付粮食和马匹的补偿这一微小借口而借题发挥,立刻聚集到大会中。

§1.69.9

καὶ τοῦ μὲν Σπενδίου καὶ τοῦ Μάθω διαβαλλόντων καὶ κατηγορούντων τοῦ τε Γέσκωνος καὶ τῶν Καρχηδονίων ἤκουον καὶ προσεῖχον ἐπιμελῶς τὸν νοῦν τοῖς λεγομένοις. εἰ δέ τις ἕτερος προπορευθείη συμβουλεύσων, οὐδʼ αὐτὸ τοῦτο περιμείναντες ἕως τοῦ γνῶναι5 πότερον ἀντερῶν ἢ συνηγορήσων πάρεστι τοῖς περὶ τὸν Σπένδιον, παραχρῆμα βάλλοντες τοῖς λίθοις ἀπέκτεινον.

斯潘迪乌斯和马托斯对盖斯科和迦太基人进行诽谤和指责,众人倾听并仔细关注他们所说的话。但如果有任何其他的人走上前来提出劝告,他们甚至不等弄清他是来反对还是支持斯潘迪乌斯一伙的,就立即用石头砸死他。

§1.69.11

καὶ πολλοὺς δὴ τῷ τοιούτῳ τρόπῳ κατὰ τὰς συνδρομὰς καὶ τῶν ἡγεμόνων καὶ τῶν ἰδιωτῶν διέφθειρον.

事实上,他们在动乱中以这种方式杀死了许多人,既有军官也有普通士兵。

§1.69.12

καὶ μόνον τὸ ῥῆμα τοῦτο κοινῇ συνίεσαν τὸ βάλλε διὰ τὸ συνεχῶς αὐτὸ πράττειν. μάλιστα δὲ τοῦτʼ ἐποίουν, ὁπότε μεθυσθέντες ἀπὸ τῶν ἀρίστων συνδράμοιεν.

他们共同理解的唯一词汇就是“砸!”,因为他们经常这样做。特别是在午餐后喝醉酒聚集在一起时,他们最常这样做。

§1.69.13

διόπερ ὅτε τις ἄρξαιτο βάλλε λέγειν, οὕτως ἐγίνετο πανταχόθεν ἅμα καὶ ταχέως ὥστε μηδένα δύνασθαι διαφυγεῖν τῶν ἅπαξ προελθόντων.

因此,一旦有人开始说“砸!”,就会立即从四面八方同时砸来,速度之快,以至于一旦走上前去的人没有一个能逃脱。

§1.69.14

πλὴν οὐδενὸς ἔτι τολμῶντος συμβουλεύειν διὰ ταύτην τὴν αἰτίαν, κατέστησαν αὑτῶν

由于这个原因,再也没有人敢提出劝告,于是他们任命了自己的

语法注5 条
  1. 1.69.1ὃς

    指代前章(§1.68.13)末尾提到的盖斯科(Γέσκων)的关系代词主格。用于句首起连接作用,意为“而他”,充当整个主句的主语。

  2. 1.69.2ἃ μὲν... ἃ δὲ...

    关系代词中性复数宾格的对比用法(“ἃ μὲν... ἃ δὲ...”)。它们分别充当动词 ἐπετίμα 和 ἐπειρᾶτο 的直接宾语,构成“一方面对……表示谴责,另一方面试图对……进行说明”的对照结构。

  3. 1.69.5μὴ παραγενόμενος αὐτὸν ὁ δεσπότης κομίσηται

    引导自表示担心的分词 εὐλαβούμενος(提防、害怕)的 μὴ 虚拟语气从句。παραγενόμενος 是副词性分词(主格、单数、阳性,与主语 ὁ δεσπότης 一致),表示时间(“来临后”)或条件(“如果来临”)。

  4. 1.69.8ἐκ τοῦ τὸν Γέσκωνα τὰ μὲν ὀψώνια διαλύειν

    介词 ἐκ 后接属格冠词性不定式(τοῦ ... διαλύειν ... ὑπερτίθεσθαι)表示原因或理由。宾格的 τὸν Γέσκωνα 充当不定式的逻辑主语,意为“由于盖斯科一方面发放军饷,另一方面却推迟……”。

  5. 1.69.10ἕως τοῦ γνῶναι

    连词 ἕως(直到……)后接属格冠词性不定式 τοῦ γνῶναι(得知),表示时间的界限,意为“直到得知……”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.69.1-1.69.14