← 波利比奥斯

历史

§1.53.1-1.53.13

卡尔塔隆的突袭与对罗马补给舰队的追击

迦太基将领卡尔塔隆突袭了利利贝乌姆的罗马舰队,随后追击驶来的罗马补给舰队。罗马财务官在小城镇附近停泊进行防御,迦太基军因无法攻破防线而退至附近河流继续监视。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.53.1

κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀτάρβας μὲν ἄνδρας τοὺς ἐν τῇ ναυμαχίᾳ ληφθέντας καὶ τὰς αἰχμαλώτους νῆας ἐξαπέστειλεν εἰς τὴν Καρχηδόνα, Καρθάλωνα δὲ τὸν συνάρχοντα δοὺς τριάκοντα ναῦς ἐξέπεμψε πρὸς αἷς1 ἔχων αὐτὸς ἑβδομήκοντα κατέπλευσεν, προστάξας ἄφνω προσπεσόντα ταῖς ὁρμούσαις παρὰ τὸ Λιλύβαιον τῶν πολεμίων ναυσίν, ὧν μὲν ἂν δυνατὸς ᾖ κυριεῦσαι, ταῖς δὲ λοιπαῖς πῦρ ἐμβαλεῖν.

就在同一时期,阿塔尔巴斯将海战中俘获的人员和缴获的船只送往迦太基,派遣他的同僚卡尔塔隆,给了他三十艘船,加上卡尔塔隆自己率领驶入港口的七十艘船,命令他突然袭击停泊在利利贝乌姆附近的敌军船只,夺取他所能夺取的船只,并将其余的付之一炬。

§1.53.4

πεισθέντος δὲ τοῦ Καρθάλωνος2 καὶ ποιησαμένου τὸν ἐπίπλουν ὑπὸ τὴν ἑωθινὴν καὶ τὰ μὲν ἐμπιπρῶντος τὰ δʼ ἀποσπῶντος τῶν πλοίων, μεγάλην συνέπεσε γενέσθαι ταραχὴν περὶ τὸ τῶν Ῥωμαίων στρατόπεδον.

卡尔塔隆服从命令并在黎明前发动袭击,烧毁了部分船只,拖走了另一部分,这使罗马军营周围陷入了大混乱。

§1.53.5

προσβοηθούντων γὰρ αὐτῶν ἐπὶ τὰς ναῦς καὶ γινομένης κραυγῆς, συννοήσας Ἰμίλκων ὁ τὸ Λιλύβαιον τηρῶν καὶ θεωρῶν ἤδη τῆς ἡμέρας ὑποφαινούσης τὸ συμβαῖνον, ἐπαποστέλλει τοὺς ἐκ τῆς πόλεως μισθοφόρους.

因为当罗马人奔向船只救援并发出呼喊声时,防守利利贝乌姆的伊米尔康察觉了这一情况,并在晨光初现中看清了发生的事情,于是增派了城里的雇佣兵去袭击他们。

§1.53.6

οἱ δὲ Ῥωμαῖοι, τοῦ δεινοῦ πανταχόθεν αὐτοὺς περιστάντος, οὐκ εἰς μικρὰν οὐδʼ εἰς τὴν τυχοῦσαν ἦλθον διατροπήν.3

罗马人因危险从四面八方逼近,陷入了决非轻微也非寻常的极度恐慌之中。

§1.53.7

ὁ δὲ τῶν Καρχηδονίων ναύαρχος ὀλίγα τῶν σκαφῶν τὰ μὲν ἀποσπάσας τὰ δὲ συντρίψας, μετὰ ταῦτα μικρὸν ἀπὸ τοῦ Λιλυβαίου παρακομισθεὶς ὡς ἐφʼ Ἡρακλείας ἐτήρει, βουλόμενος διακωλύειν τοὺς ἐπὶ τὸ στρατόπεδον πλέοντας.

迦太基的海军统帅在拖走部分、撞毁另一些船只后,随即从利利贝乌姆向外航行了不远,在赫拉克利亚方向进行监视,企图阻击那些正向罗马军营驶来的船只。

§1.53.8

προσαγγειλάντων δὲ τῶν σκοπῶν πλῆθος ἱκανὸν πλοίων προσφέρεσθαι παντοδαπῶν καὶ συνεγγίζειν, ἀναχθεὶς ἔπλει, συμμῖξαι σπεύδων διὰ τὸ καταφρονεῖν τῶν Ῥωμαίων ἐκ τοῦ προγεγενημένου προτερήματος.

侦察兵报告有相当数量、各式各样的船只正在逼近,他便起锚航行,急于与他们交战,因为由于此前的胜利,他十分轻视罗马人。

§1.53.9

ὁμοίως δὲ καὶ τοῖς ἐκ τῶν Συρακουσῶν προαπεσταλμένοις ταμίαις ἀνήγγειλαν οἱ προπλεῖν εἰθισμένοι λέμβοι τὸν ἐπίπλουν τῶν ὑπεναντίων.

同样,平时习惯在前头领航的侦察船也向从叙拉古先期出发的财务官们报告了敌人的逼近。

§1.53.10

οἱ δὲ νομίσαντες οὐκ ἀξιόχρεως σφᾶς αὐτοὺς εἶναι πρὸς ναυμαχίαν, καθωρμίσθησαν πρός τι πολισμάτιον τῶν ὑπʼ αὐτοὺς ταττομένων, ἀλίμενον μέν, σάλους δʼ ἔχον καὶ προβολὰς περικλειούσας ἐκ τῆς γῆς εὐφυεῖς.

他们认为自己没有足够的实力进行海战,便在属于他们管辖的一个小城镇附近停泊。该处虽无港口,但有停泊处,且有从陆地延伸出来包围住这片水域的天然屏障。

§1.53.11

οὗ ποιησάμενοι τὴν ἀπόβασιν καὶ τούς τε καταπέλτας καὶ τοὺς πετροβόλους τοὺς ἐκ τῆς πόλεως ἐπιστήσαντες προσεδόκων τὸν ἐπίπλουν τῶν ὑπεναντίων.

他们在此登陆,并架设了从小城镇里运来的弩炮和投石机,严阵以待敌人的进攻。

§1.53.12

οἱ δὲ Καρχηδόνιοι συνεγγίσαντες τὸ μὲν πρῶτον ἐπεβάλοντο πολιορκεῖν τούτους, ὑπολαβόντες τοὺς μὲν ἄνδρας καταπλαγέντας εἰς τὸ πολισμάτιον ἀποχωρήσειν, τῶν δὲ πλοίων ἀσφαλῶς κυριεύσειν·

迦太基人逼近后,最初企图包围他们,以为罗马人会惊慌失措地退入小城镇中,而他们自己则能安全地夺取那些船只。

§1.53.13

οὐ προχωρούσης δὲ τῆς ἐλπίδος, ἀλλὰ τοὐναντίον ἀμυνομένων4 γενναίως, καὶ τοῦ τόπου πολλὰς ἔχοντος καὶ παντοδαπὰς δυσχρηστίας, ὀλίγα τῶν τὰς ἀγορὰς ἐχόντων πλοίων ἀποσπάσαντες ἀπέπλευσαν πρός τινα ποταμόν, ἐν ᾧ καθορμισθέντες ἐπετήρουν τὸν ἀνάπλουν αὐτῶν.

然而,这一期望未能实现,相反,由于罗马人进行了英勇的反击,且该地地形带来了诸多各异的不便,他们仅拖走了几艘装载物资的船只,便退往某条河流,并在那里停泊,监视着罗马船只的起航。

语法注4 条
  1. 1.53.2πρὸς αἷς

    关系代名词 αἷς(阴性复数)省略了其先行词 ναυσί(船只)。此处指代卡尔塔隆先前率领的七十艘船,意为“加上他自己率领的七十艘船”。

  2. 1.53.4πεισθέντος δὲ τοῦ Καρθάλωνος

    此处使用了一连串属格独立分词结构(πεισθέντος, ποιησαμένου, ἐμπιπρῶντος, ἀποσπῶντος),描述卡尔塔隆的行动,其动作主体与主语(ταραχή)不同。不定过去时分词(πεισθέντος, ποιησαμένου)表示先前或已完成的动作(服从命令并起航袭击),而现在时分词(ἐμπιπρῶντος, ἀποσπῶντος)则表示袭击过程中正在进行的动作(烧毁、拖走船只)。

  3. 1.53.6οὐκ εἰς μικρὰν οὐδʼ εἰς τὴν τυχοῦσαν... διατροπήν

    τὴν τυχοῦσαν 是动词 τυγχάνω 的不定过去时主动分词阴性单数宾格带定冠词的形式,惯用语中表示“寻常的、普通的”。与双重否定 οὐκ... οὐδέ(非……亦非……)结合,构成双重否定表强烈的肯定(委婉陈述),意为“非同寻常的(即极度的)恐慌”。

  4. 1.53.13ἀμυνομένων

    属格独立分词 ἀμυνομένων(防卫)省略了其逻辑主语(即罗马人 τῶν Ῥωμαίων)。由于上下文语境中很容易从前句的 τούτους 和 τοὺς ἄνδρας 中补充出来,因此予以省略。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.53.1-1.53.13