← 波利比奥斯

历史

§1.5.1-1.5.5

记述的起点与罗马人出兵西西里

探讨将本书的起点设定为罗马人首次从意大利渡海(前往西西里),并阐述了确立这一起点的标准及其重要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5.1

Ὑποθησόμεθα δὲ ταύτης ἀρχὴν1 τῆς βύβλου τὴν πρώτην διάβασιν ἐξ Ἰταλίας Ῥωμαίων. αὕτη δʼ ἔστιν συνεχὴς μὲν τοῖς ἀφʼ ὧν2 Τίμαιος ἀπέλιπεν, πίπτει δὲ κατὰ τὴν ἐνάτην καὶ εἰκοστὴν πρὸς ταῖς ἑκατὸν ὀλυμπιάδα.

我们将本书的起点设定为罗马人首次从意大利渡海。这与蒂迈欧停笔处的事件相接,且正值第一百二十九届奥林匹亚运动会。

§1.5.2

διὸ καὶ ῥητέον ἂν εἴη3 πῶς καὶ πότε συστησάμενοι τὰ κατὰ τὴν Ἰταλίαν καὶ τίσιν ἀφορμαῖς μετὰ ταῦτα χρησάμενοι διαβαίνειν ὥρμησαν εἰς Σικελίαν· ταύτῃ γὰρ τῇ γῇ πρῶτον ἐπέβησαν τῶν ἐκτὸς τόπων τῆς Ἰταλίας.

因此,有必要叙述他们是如何以及何时整顿了在意大利境内的事务,并在那之后凭借何种契机着手渡海前往西西里;因为这是他们在意大利以外的土地中,最先涉足的地方。

§1.5.3

καὶ ῥητέον αὐτὴν τὴν τῆς διαβάσεως αἰτίαν ψιλῶς, ἵνα μὴ τῆς αἰτίας αἰτίαν ἐπιζητούσης4 ἀνυπόστατος ἡ τῆς ὅλης ὑποθέσεως ἀρχὴ γένηται καὶ θεωρία.

而且我们必须单纯地阐明这次渡海的原因本身,以免由于原因不断追溯原因,而使我们整个主题的起点和考量变得虚浮无据。

§1.5.4

ληπτέον δὲ καὶ τοῖς καιροῖς ὁμολογουμένην καὶ γνωριζομένην ἀρχὴν παρʼ ἅπασι καὶ τοῖς πράγμασι δυναμένην αὐτὴν ἐξ αὑτῆς θεωρεῖσθαι, κἂν δέῃ τοῖς χρόνοις βραχὺ προσαναδραμόντας5 κεφαλαιώδη τῶν μεταξὺ πράξεων ποιήσασθαι τὴν ἀνάμνησιν.

我们也必须采用一个在时间上为大家所公认且熟知的起点,且在事件本身上能够自成一体地进行考察,哪怕我们必须在时间上稍作追溯,对期间的各种行径作一个扼要的回顾。

§1.5.5

τῆς γὰρ ἀρχῆς ἀγνοουμένης ἢ καὶ νὴ Δίʼ ἀμφισβητουμένης οὐδὲ τῶν ἑξῆς οὐδὲν οἷόν τε παραδοχῆς ἀξιωθῆναι καὶ πίστεως· ὅταν δʼ ἡ περὶ ταύτης ὁμολογουμένη παρασκευασθῇ δόξα, τότʼ ἤδη καὶ πᾶς ὁ συνεχὴς λόγος ἀποδοχῆς τυγχάνει παρὰ τοῖς ἀκούουσιν.

因为,如果起点不为人知,或者——凭宙斯起誓!——存有争议,那么随后的任何事情都无法获得认可和信任;但当关于此点的公认看法确立时,那时起,整个连续的论述也就自然会在听众中获得接受。

语法注5 条
  1. 1.5.1ἀρχὴν

    ἀρχήν 作为句子直接宾语 τὴν πρώτην διάβασιν 的谓语宾格,意思是“我们将(渡海)设定为起点”。

  2. 1.5.1τοῖς ἀφʼ ὧν

    带有先行词省略的关系从句。τοῖς 是指示代名词(与格,指代“事物”),而 ἀφ' ὧν 是 ἀπὸ ἐκείνων ἃ...(从蒂迈欧停笔的起点开始)的缩约或吸引。

  3. 1.5.2ῥητέον ἂν εἴη

    动形容词 ῥητέον(无人称句,表必须)与 ἂν εἴη(带 ἄν 的现在希求法)连用,表示潜在可能性或温和的主张(“应当予以叙述”)。

  4. 1.5.3τῆς αἰτίας αἰτίαν ἐπιζητούσης

    独立属格结构(genitive absolute),意为“当原因寻找(另一个)原因时”,在此处指代对因果关系无限后退的担忧。

  5. 1.5.4προσαναδραμόντας

    过去时主动分词阳性复数宾格,与不定式 ποιήσασθαι 的未表达的主语(指代作者的宾格 ἡμᾶς 的省略)相一致。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 2 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.5.1-1.5.5