← 波利比奥斯

历史

§1.44.1-1.44.7

汉尼拔突破封锁并增援莉莉贝乌姆

文本描述了迦太基派出的由汉尼拔率领的援军舰队,如何利用有利风向进行大胆行动,成功突破罗马人的封锁进入莉莉贝乌姆并完成兵力增援。需要继续为您摘要下一章吗?

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.44.1

οἱ δʼ ἐν τῇ Καρχηδόνι τούτων μὲν οὐδὲν εἰδότες, συλλογιζόμενοι δὲ τὰς ἐν ταῖς πολιορκίαις χρείας, πληρώσαντες στρατιωτῶν πεντήκοντα ναῦς καὶ παρακαλέσαντες τοῖς ἁρμόζουσι λόγοις τῆς πράξεως τὸν ἐπὶ τούτοις τεταγμένον Ἀννίβαν,1 ὃς ἦν Ἀμίλκου μὲν υἱὸς τριήραρχος δὲ καὶ φίλος Ἀτάρβου πρῶτος, ἐξαπέστειλαν κατὰ σπουδήν, ἐντειλάμενοι μὴ καταμελλῆσαι, χρησάμενον δὲ σὺν καιρῷ τῇ τόλμῃ βοηθῆσαι τοῖς πολιορκουμένοις.

迦太基城内的人们对此一无所知,但考虑到围城战的需要,他们装备了搭载士兵的五十艘船只,并用适合这一行动的言辞鼓舞了被任命指挥这支舰队的汉尼拔(他是哈米尔卡之子、三段舵船指挥官,也是阿塔尔巴斯的第一挚友),随后急忙派遣他出发,叮嘱他切勿延误,而要趁此良机大胆行动,去援助被围困的人。

§1.44.2

ὁ δʼ ἀναχθεὶς μετὰ μυρίων στρατιωτῶν καὶ καθορμισθεὶς ἐν ταῖς καλουμέναις Αἰγούσσαις, μεταξὺ δὲ κειμέναις Λιλυβαίου καὶ Καρχηδόνος, ἐπετήρει τὸν πλοῦν. λαβὼν δʼ οὔριον καὶ λαμπρὸν ἄνεμον, ἐκπετάσας πᾶσι τοῖς ἀρμένοις καὶ κατουρώσας ἐπʼ αὐτὸ τὸ στόμα τοῦ λιμένος ἐποιεῖτο τὸν πλοῦν, ἔχων καθωπλισμένους καὶ πρὸς μάχην ἑτοίμους τοὺς ἄνδρας ἐπὶ τῶν καταστρωμάτων.

他率领一万名士兵出航,停泊在位于莉莉贝乌姆和迦太基之间的所谓埃古萨群岛,等待航行的时机。在获得顺风且强劲的风势后,他扬起所有的帆,顺风直接驶向港口的正门口,同时让全副武装、准备战斗的士兵伫立在甲板上。

§1.44.4

οἱ δὲ Ῥωμαῖοι τὰ μὲν αἰφνιδίου γενομένης τῆς ἐπιφανείας, τὰ δὲ2 φοβούμενοι μὴ σὺν τοῖς πολεμίοις ὑπὸ τῆς βίας τοῦ πνεύματος συγκατενεχθῶσιν εἰς τὸν λιμένα τῶν ὑπεναντίων, τὸ μὲν διακωλύειν τὸν ἐπίπλουν τῆς βοηθείας ἀπέγνωσαν, ἐπὶ δὲ τῆς θαλάττης ἔστησαν καταπεπληγμένοι τὴν τῶν πολεμίων τόλμαν.

罗马人一方面因为对方的出现极其突然,另一方面担心在狂风的猛烈冲击下,自己会与敌人一同被卷入对方的港口,于是放弃了阻拦这支援军入港的企图,只是在海上驻立,被敌人的胆识所震撼。

§1.44.5

τὸ δʼ ἐκ τῆς πόλεως πλῆθος ἡθροισμένον ἐπὶ τὰ τείχη πᾶν ἅμα μὲν ἠγωνία τὸ συμβησόμενον, ἅμα δʼ ἐπὶ τῷ παραδόξῳ τῆς ἐλπίδος ὑπερχαρὲς ὑπάρχον μετὰ κρότου καὶ κραυγῆς παρεκάλει τοὺς εἰσπλέοντας.

与此同时,城里聚集在城墙上的所有群众,一方面为即将发生的事捏了一把汗,另一方面又因这意想不到的希望而欣喜若狂,用掌声和欢呼声为驶入港口的船只加油鼓劲。

§1.44.6

Ἀννίβας δὲ παραβόλως καὶ τεθαρρηκότως εἰσδραμὼν καὶ καθορμισθεὶς εἰς τὸν λιμένα μετʼ ἀσφαλείας ἀπεβίβασε τοὺς στρατιώτας.

汉尼拔冒险而大胆地冲入港口,安全停泊后,让士兵们登岸。

§1.44.7

οἱ δʼ ἐν τῇ πόλει πάντες οὐχ οὕτως ἦσαν ἐπὶ3 τῇ τῆς βοηθείας παρουσίᾳ περιχαρεῖς, καίπερ μεγάλην ἐλπίδα καὶ χεῖρα προσειληφότες, ὡς ἐπὶ τῷ μὴ τετολμηκέναι τοὺς Ῥωμαίους κωλῦσαι τὸν ἐπίπλουν τῶν Καρχηδονίων.

城里的所有人,与其说是为援军的到来而欢欣鼓舞——尽管他们因此获得了巨大的希望和强力的援助——倒不如说是因为罗马人竟然不敢阻拦迦太基人的驶入而更加高兴。

语法注3 条
  1. 1.44.1τὸν ἐπὶ τούτοις τεταγμένον Ἀννίβαν

    代词 τούτοις(中性复数与格)指前文的“五十艘船”或其派遣行动。这里的汉尼拔是哈米尔卡之子(并非著名的汉尼拔·巴卡)。

  2. 1.44.4τὰ μὲν ... τὰ δὲ

    冠词的中性复数宾格形式用作副词,表示“一方面……,另一方面……”,引出罗马人未采取行动的两个并列原因:前者为属格独立结构(αἰφνιδίου γενομένης τῆς ἐπιφανείας),后者为主格分词引导的担心的状语从句(φοβούμενοι μὴ ...)。

  3. 1.44.7οὐχ οὕτως ... ὡς ἐπὶ

    比较句型 οὐχ οὕτως ... ὡς ... 意为“与其说是……不如说是……”。这里将因援军到来而产生的喜悦(ἐπὶ τῇ τῆς βοηθείας παρουσίᾳ)与因罗马人未敢阻拦而产生的喜悦(ἐπὶ τῷ μὴ τετολμηκέναι...)进行了对比。此外,文本末尾残缺的 Καρχηδο 被理解为属格复数形式 Καρχηδονίων 的省略或损坏。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-22)
  • 2026-09-22 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.44.1-1.44.7