- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.26.1-1.26.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-12
罗马与迦太基双方围绕登陆利比亚展开海战准备并动员空前庞大的兵力,罗马军为应对敌军的快速船只,构建了稳固的三角形楔形阵形。
σθησαν. ἦν δὲ τῶν μὲν Ῥωμαίων πρόθεσις εἰς τὴν Λιβύην πλεῖν καὶ τὸν πόλεμον ἐκεῖ περισπᾶν, ἵνα τοῖς Καρχηδονίοις μὴ περὶ Σικελίας, ἀλλὰ περὶ σφῶν αὐτῶν καὶ τῆς ἰδίας χώρας ὁ κίνδυνος γίνηται.
……停泊。罗马人的意图是驶往利比亚,将战争转移到那里,使迦太基人所面临的危险不再是争夺西西里,而是关乎他们自身和本土。
τοῖς δὲ Καρχηδονίοις τἀναντία τούτων ἐδόκει· συνιδόντες γὰρ ὡς εὐέφοδός ἐστιν ἡ Λιβύη καὶ πᾶς ὁ κατὰ τὴν χώραν λαὸς εὐχείρωτος τοῖς ἅπαξ εἰς αὐτὴν ἐμβαλοῦσιν,1 οὐχ οἷοί τʼ ἦσαν ἐπιτρέπειν, ἀλλὰ διακινδυνεύειν καὶ ναυμαχεῖν ἔσπευδον.
然而迦太基人持有相反的想法。因为他们深知利比亚易受攻击,而且一旦有人攻入,全国的百姓都极易被降服,所以他们无法容忍此事,而是急于冒险进行海战。
ὄντων δὲ τῶν μὲν πρὸς τὸ κωλύειν, τῶν δὲ πρὸς τὸ βιάζεσθαι,2 προφανὴς ἦν ὁ μέλλων ἀγὼν ἐκ τῆς ἑκατέρων συνίστασθαι φιλοτιμίας.
由于一方意在阻止,另一方意在突破,显而易见,即将来临的斗争必将源于双方的竞争之心。
οἱ μὲν οὖν Ῥωμαῖοι πρὸς ἀμφότερα τὴν παρασκευὴν ἁρμόζουσαν ἐποιοῦντο πρός τε τὴν κατὰ θάλατταν χρείαν καὶ πρὸς τὴν ἀπόβασιν τὴν εἰς τὴν πολεμίαν.
因此,罗马人做好了适应这双重目的的准备,既为了海上作战,也为了在敌国领土登陆。
διόπερ ἐπιλέξαντες ἐκ τῶν πεζικῶν στρατοπέδων τὰς ἀρίστας χεῖρας διεῖλον τὴν πᾶσαν δύναμιν, ἣν ἤμελλον ἀναλαμβάνειν, εἰς τέτταρα μέρη.
因此,他们从陆军中挑选了最精锐的战士,将准备登船的全部兵力分成了四个部分。
τὸ δὲ μέρος ἕκαστον διττὰς εἶχεν προσηγορίας· πρῶτον μὲν γὰρ ἐκαλεῖτο στρατόπεδον καὶ πρῶτος στόλος καὶ τὰ λοιπὰ κατὰ λόγον. τὸ δὲ τέταρτον καὶ τρίτην ἐπωνυμίαν ἔτι προσειλήφει· τριάριοι γὰρ ὠνομάζοντο κατὰ τὴν ἐν τοῖς πεζικοῖς στρατοπέδοις συνήθειαν.
每个部分都有双重名称:第一部分被称为“第一军团”和“第一舰队”,其余各部依此类推。而第四部分还获得了第三个名称,即根据陆军的习惯被称为“三线兵(Triarii)”。
καὶ τὸ μὲν σύμπαν ἦν στράτευμα τούτων τῆς ναυτικῆς δυνάμεως περὶ τέτταρας καὶ δέκα μυριάδας, ὡς ἂν ἑκάστης νεὼς λαμβανούσης ἐρέτας μὲν τριακοσίους, ἐπιβάτας δʼ ἑκατὸν εἴκοσιν.
他们的海军全部兵力总计约十四万人,这是按照每艘战船搭载三百名划手和一百二十名战斗人员计算出来的。
οἱ δὲ Καρχηδόνιοι τὸ μὲν πλεῖον καὶ τὸ πᾶν ἡρμόζοντο πρὸς τὸν κατὰ θάλατταν κίνδυνον· τό γε μὴν πλῆθος αὐτῶν ἦν ὑπὲρ πεντεκαίδεκα μυριάδας κατὰ τὸν τῶν νεῶν λόγον.
迦太基人方面,则主要甚至完全是为了海上交战而做准备;根据他们的船只比例计算,他们的总人数实际上超过了十五万人。
ἐφʼ οἷς οὐχ οἷον ἄν τις παρὼν καὶ θεώμενος ὑπὸ τὴν ὄψιν, ἀλλὰ κἂν ἀκούων καταπλαγείη3 τὸ τοῦ κινδύνου μέγεθος καὶ τὴν τῶν πολιτευμάτων ἀμφοτέρων μεγαλομερίαν καὶ δύναμιν, στοχαζόμενος ἔκ τε τοῦ τῶν ἀνδρῶν καὶ τοῦ τῶν νεῶν πλήθους.
面对这一切,不仅是身临其境、亲眼目睹的旁观者,甚至仅仅是听闻此事的人,通过人数和船只的数量来推测,也会因危险的巨大以及两国政府的宏大与力量而感到震惊。
οἱ δὲ Ῥωμαῖοι συλλογιζόμενοι διότι τὸν μὲν πλοῦν εἶναι συμβαίνει πελάγιον, τοὺς δὲ πολεμίους ταχυναυτεῖν, πανταχόθεν ἐπειρῶντο ποιεῖσθαι τὴν τάξιν ἀσφαλῆ καὶ δυσπρόσοδον.
而罗马人考虑到航行是在外海进行,且敌军航速极快,便千方百计地使自己的阵形安全且难以接近。
τὰς μὲν οὖν ἑξήρεις δύʼ οὔσας, ἐφʼ ὧν ἔπλεον οἱ στρατηγοὶ Μάρκος Ἀτίλιος καὶ Λεύκιος Μάλιος, πρώτας ἐν μετώπῳ παραλλήλους ἔταξαν.
于是,他们将将领马尔库斯·阿蒂利乌斯和卢基乌斯·曼利乌斯所乘坐的两艘六段桨战船,作为最前列并列排成横阵。
τούτων δʼ ἑκατέρᾳ4 συνεχεῖς κατὰ μίαν ναῦν ἐπιτάττοντες τῇ μὲν τὸν πρῶτον, τῇ δὲ τὸν δεύτερον στόλον ἐπέστησαν, ἀεὶ καθʼ ἑκάστην ναῦν ἑκατέρου τοῦ στόλου μεῖζον τὸ μεταξὺ ποιοῦντες διάστημα. ταῖς δὲ πρώρραις ἔξω νεύοντα τὰ σκάφη τὴν ἐπίστασιν ἐπʼ ἀλλήλοις εἶχεν.
在这两艘船的后方,他们让船只排成单列纵队,一侧部署第一舰队,另一侧部署第二舰队,每增加一艘船,两侧之间的间距就逐渐扩大。船头向外偏斜的这些船只,彼此相衔地排列着。
ἐπειδὴ δὲ τὸν πρῶτον καὶ δεύτερον στόλον ἁπλῶς εἰς ἔμβολον ἔταξαν, ἐπέβαλον τούτοις ἐπὶ μίαν ναῦν ἐν μετώπῳ τὸ τρίτον στρατόπεδον· ὧν ἐπιστάντων ἀπετελέσθη τρίγωνον τὸ πᾶν εἶδος τῆς τάξεως.
在将第一和第二舰队单纯排成楔形之后,他们在这两支舰队的后方排成了一列横阵的第三军团;随着它们的部署,整个阵形便呈现出三角形。
ἐπὶ δὲ τούτοις ἐπέστησαν τὰς ἱππηγούς, ῥύματα δόντες ἐξ αὐτῶν ταῖς τοῦ τρίτου στόλου ναυσίν.
在这些船只之后,他们部署了运马船,并将缆绳从运马船连接到第三舰队的战船上。
ταύταις δὲ κατόπιν ἐπέβαλον τὸν τέταρτον στόλον, τοὺς τριαρίους κληθέντας, ἐπὶ μίαν παρεκτείναντες ναῦν, ὡς ὑπερτείνειν ἐξ ἑκατέρου τοῦ μέρους τοὺς πρὸ ἑαυτῶν.
在这些运马船之后,他们部署了被称为“三线兵”的第四舰队,将它们排成一列横阵展开,使其两端超出排在它们前方的船只。
καὶ συναρμοσθέντων πάντων κατὰ τὸν εἰρημένον τρόπον, τὸ μὲν ὅλον ἀπετελέσθη σχῆμα τῆς τάξεως ἔμβολον, οὗ τὸ μὲν ἐπὶ τὴν κορυφὴν μέρος ἦν κοῖλον, τὸ δὲ πρὸς τῇ βάσει στερεόν, τὸ δὲ σύμπαν ἐνεργὸν καὶ πρακτικόν, ἅμα δὲ καὶ δυσδιάλυτον.
当所有部分按照上述方式紧密结合时,整个阵形呈现为楔形,其顶端部分是中空的,基底部分是坚固的,整体既具有行动力和实战性,同时又极其难以攻破。
- 1.26.2τοῖς ἅπαξ εἰς αὐτὴν ἐμβαλοῦσιν
意为“对于一旦入侵该地的人”。这是无先行词的冠词定语分词(第一不定过去时主动因格复数),作为表示基准的与格,修饰形容词 εὐχείρωτος(易于制服的)。
- 1.26.3ὄντων δὲ τῶν μὲν πρὸς τὸ κωλύειν, τῶν δὲ πρὸς τὸ βιάζεσθαι
独立属格结构。现在分词属格 ὄντων 的逻辑主语分别是 τῶν μὲν 和 τῶν δὲ。介词短语 πρὸς τὸ κωλύειν(倾向于阻止)和 πρὸς τὸ βιάζεσθαι(倾向于强攻)起表语作用。
- 1.26.9καταπλαγείη
动词 καταπλήττω 的不定过去时被动语气希求式单数第三人称。它与主句中的助词 ἄν(包含在 οὐχ οἷον ἄν 和 κἂν = καὶ ἄν 中)连用,构成潜在希求式,表示可能性或推测:“(任何人)都会感到震惊”。
- 1.26.12τούτων δʼ ἑκατέρᾳ
指示代词 τούτων(属格阴性复数,指前文的两艘六段桨船)修饰形容词 ἑκατέρᾳ(与格阴性单数)。意为“在它们两艘的每一艘后方”,作为后文动词 ἐπέστησαν 的与格宾语。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
