- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.13.1-1.13.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-12
作者在进入本篇历史叙事之前,阐述了从第一次布匿战争到克莱奥梅尼战争的预备叙事框架,并说明了为何将争夺西西里的第一次布匿战争视为最适合对比分析罗马与迦太基国家体制和实力的重大事件。
ἀφεμένους1 δὲ τούτων λέγειν ὥρα περὶ τῶν προκειμένων, ἐπὶ βραχὺ καὶ κεφαλαιωδῶς προεκθεμένους τὰς ἐν τῇ προκατασκευῇ πράξεις.
因此,现在是离开这些话题、在简短且概括地预先阐述预备叙述中的事件之后,开始论述既定主题的时候了。
ὧν εἰσι πρῶται κατὰ τὴν τάξιν αἱ γενόμεναι Ῥωμαίοις καὶ Καρχηδονίοις ἐν τῷ περὶ Σικελίας πολέμῳ.
在这些事件中,按顺序排在第一位的是罗马人与迦太基人在争夺西西里战争中所发生的事。
ταύταις2 συνεχὴς ὁ Λιβυκὸς πόλεμος· ᾧ συνάπτει τὰ κατʼ Ἰβηρίαν Ἀμίλκᾳ, μετὰ δὲ τοῦτον Ἀσδρούβᾳ πραχθέντα καὶ Καρχηδονίοις.
紧接其后的是利比亚战争;与此相连的是在伊比利亚由哈米尔卡,以及在其之后的哈斯德鲁巴和迦太基人所建立的功绩。
οἷς ἐγένετο κατὰ τὸν αὐτὸν καιρὸν ἡ πρώτη Ῥωμαίων διάβασις εἰς τὴν Ἰλλυρίδα καὶ ταῦτα τὰ μέρη τῆς Εὐρώπης, ἐπὶ δὲ τοῖς προειρημένοις οἱ πρὸς τοὺς ἐν Ἰταλίᾳ Κελτοὺς ἀγῶνες.
与这些事件发生于同一时期的,是罗马人首次渡海进入伊利里亚及欧洲的这些地区;紧接上述事件之后,则是与在意大利的凯尔特人的斗争。
τούτοις δὲ κατὰ τὸν αὐτὸν καιρὸν παρὰ τοῖς Ἕλλησιν ὁ Κλεομενικὸς καλούμενος ἐνηργεῖτο πόλεμος, εἰς ὃν καὶ τὴν καταστροφὴν ἐποιησάμεθα τῆς ὅλης κατασκευῆς καὶ τῆς δευτέρας βύβλου.
与这些事件发生于同一时期的,是在希腊人之间进行着所谓的克莱奥梅尼战争,我们也以此作为整个预备叙述和第二卷的终结。
τὸ μὲν οὖν ἐξαριθμεῖσθαι τὰ κατὰ μέρος ὑπὲρ τῶν προειρημένων πράξεων οὐδὲν οὔθʼ ἡμῖν ἀναγκαῖον οὔτε τοῖς ἀκούουσι χρήσιμον.
因此,详细地逐一列举上述事件的细节,既无必要于我们,也无益于读者。
οὐ γὰρ ἱστορεῖν ὑπὲρ αὐτῶν προτιθέμεθα, μνησθῆναι δὲ κεφαλαιωδῶς προαιρούμεθα χάριν τῆς προκατασκευῆς τῶν μελλουσῶν ὑφʼ ἡμῶν ἱστορεῖσθαι πράξεων.
因为我们的目的不在于为这些事件撰写历史,而选择概括地提及它们,只是为了给我们将要叙述的事件做一预备性铺垫。
διόπερ ἐπὶ κεφαλαίων ψαύοντες κατὰ τὸ συνεχὲς τῶν προειρημένων πειρασόμεθα συνάψαι τὴν τελευτὴν τῆς προκατασκευῆς τῇ τῆς ἡμετέρας ἱστορίας ἀρχῇ καὶ προθέσει.
因此,仅触及上述连贯事件的要点,我们将力图将预备叙述的结尾与我们本篇历史的开端及既定主题连接起来。
τοῦτον γὰρ τὸν τρόπον3 συνεχοῦς γινομένης τῆς διηγήσεως, ἡμεῖς τε δόξομεν εὐλόγως ἐφάπτεσθαι τῶν ἤδη προϊστορημένων ἑτέροις, τοῖς τε φιλομαθοῦσιν ἐκ τῆς τοιαύτης οἰκονομίας εὐμαθῆ καὶ ῥᾳδίαν ἐπὶ τὰ μέλλοντα ῥηθήσεσθαι παρασκευάσομεν τὴν ἔφοδον.
因为如果叙事以这种方式保持连贯,我们便显得是合理地衔接了他人已经写过的历史,而且通过这样的编排,我们也为好学的读者铺平了通往未来将要叙述之事的易懂且便捷的道路。
βραχὺ δʼ ἐπιμελέστερον πειρασόμεθα διελθεῖν ὑπὲρ τοῦ πρώτου συστάντος πολέμου Ῥωμαίοις καὶ Καρχηδονίοις περὶ Σικελίας.
不过,对于罗马人与迦太基人之间因西西里岛而爆发的第一次战争,我们将力求进行更为详尽的阐述。
οὔτε γὰρ πολυχρονιώτερον τούτου πόλεμον εὑρεῖν ῥᾴδιον οὔτε παρασκευὰς ὁλοσχερεστέρας οὔτε συνεχεστέρας πράξεις οὔτε πλείους ἀγῶνας οὔτε περιπετείας μείζους τῶν ἐν τῷ προειρημένῳ πολέμῳ συμβάντων ἑκατέροις.
因为我们不易找到比这场战争更持久的战争,也找不到比这场战争中双方所遭遇的更庞大的军备、更连贯的行动、更频繁的交锋,以及更巨大的命运剧变。
αὐτά τε τὰ πολιτεύματα κατʼ ἐκείνους τοὺς καιροὺς ἀκμὴν ἀκέραια μὲν ἦν τοῖς ἐθισμοῖς, μέτρια δὲ ταῖς τύχαις, πάρισα δὲ ταῖς δυνάμεσιν.
此外,在那个时期,这两个国家政体本身在其风俗上依然纯正,在财富上处于中等,而在实力上则是旗鼓相当。
διὸ καὶ τοῖς βουλομένοις καλῶς συνθεάσασθαι τὴν ἑκατέρου τοῦ πολιτεύματος ἰδιότητα καὶ δύναμιν οὐχ οὕτως ἐκ τῶν ἐπιγενομένων πολέμων ὡς ἐκ τούτου ποιητέον4 τὴν σύγκρισιν.
因此,对于那些希望透彻观察这两个政体各自的特性与实力的人来说,不应从后来的战争中,而应从这场战争中来进行对比。
- 1.13.1ἀφεμένους
宾格分词 ἀφεμένους 和 προεκθεμένους 与不定式 λέγειν 的省略主语(即 ἡμᾶς)相一致,该不定式由无人称表达 ὥρα(“是……的时候”)所支配。
- 1.13.3ταύταις
指示代词 ταύταις(阴性复数与格)指代前文 §1.13.2 中的 αἱ γενόμεναι ... πράξεις(阴性复数),即西西里战争中的事件。而关系代词 ᾧ(阳性单数与格)的先行词则是 ὁ Λιβυκὸς πόλεμος。不及物动词 συνάπτει 表示“连接”或“紧接”。
- 1.13.9τοῦτον γὰρ τὸν τρόπον
τοῦτον τὸν τρόπον 是副词性宾格,意为“以这种方式”。随后的短语 συνεχοῦς γινομένης τῆς διηγήσεως 是独立属格结构,起条件或情况状语从句的作用。
- 1.13.13ποιητέον
ποιητέον 是动形词 ποιητέος 的中性单数形式,作无人称使用(“必须进行”),其行为主体由与格的 τοῖς βουλομένοις(“对于那些希望……的人”)来表示。
