← 吕西亚斯

控诉狄奥姆内斯托斯之一

§1-10

诽谤指控与基于立法意图的法律释义

原告起诉塞奥姆内斯托斯诽谤他“杀父”,并针对被告可能提出的辩词(即自己没有直接使用法律明文禁止的特定词汇“杀人犯”)进行反驳,强调法律释义应基于立法者的意图和实质行为,而非拘泥于字面表述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

μαρτύρων μὲν οὐκ ἀπορίαν μοι ἔσεσθαι δοκῶ, ὦ ἄνδρες δικασταί· πολλοὺς γὰρ ὑμῶν ὁρῶ δικάζοντας τῶν τότε παρόντων, ὅτε Λυσίθεος Θεόμνηστον εἰσήγγελλε τὰ ὅπλα ἀποβεβληκότα, οὐκ ἐξὸν αὐτῷ,1 δημηγορεῖν· ἐν ἐκείνῳ γὰρ τῷ ἀγῶνι τὸν πατέρα μʼ ἔφασκεν ἀπεκτονέναι τὸν ἐμαυτοῦ. ἐγὼ δʼ, εἰ μὲν τὸν ἑαυτοῦ2 με ἀπεκτονέναι ᾐτιᾶτο, συγγνώμην ἂν εἶχον αὐτῷ τῶν εἰρημένων (φαῦλον γὰρ αὐτὸν καὶ οὐδενὸς ἄξιον ἡγούμην)· οὐδʼ εἴ τι ἄλλο τῶν ἀπορρήτων ἤκουσα, οὐκ ἂν ἐπεξῆλθον αὐτῷ (ἀνελευθέρου γὰρ καὶ λίαν φιλοδίκου εἶναι νομίζω κακηγορίας δικάζεσθαι)· νυνὶ δὲ αἰσχρόν μοι εἶναι δοκεῖ τοῦ πατρός,3 οὕτω πολλοῦ ἀξίου γεγενημένου καὶ ὑμῖν καὶ τῇ πόλει, μὴ τιμωρήσασθαι τὸν ταῦτʼ εἰρηκότα, καὶ παρʼ ὑμῶν εἰδέναι βούλομαι πότερον δώσει δίκην, ἢ τούτῳ μόνῳ Ἀθηναίων ἐξαίρετόν ἐστι καὶ ποιεῖν καὶ λέγειν παρὰ τοὺς νόμους ὅ τι ἂν βούληται.

诸位陪审员,我想我不会缺少证人。因为我看到,在座的许多陪审员都在场,当时吕西修斯指控塞奥姆内斯托斯在丢弃武器后、在不被允许的情况下在公民大会上发言。因为在那场诉讼中,他声称我杀了我自己的父亲。而我,如果他指控我杀了他自己的父亲,我会原谅他的这些话(因为我认为他是一个无能且毫无价值的人);如果我听到了其他任何被禁止的话,也不会起诉他(因为我认为,为了诽谤而打官司,是卑劣且过于好诉者的特征);但现在,为了我的父亲,他无论是对你们还是对城邦都有如此巨大的价值,如果不向说这些话的人报仇,在我看来是耻辱的,并且我想从你们这里知道,他是否会受到惩罚,还是在雅典人中只有他享有特权,可以违反法律做他想做、说他想说的任何事情。

§4

ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί, ἔτη ἐστὶ δύο καὶ τριάκοντα, ἐξ ὅτου δʼ ὑμεῖς κατεληλύθατε, εἰκοστὸν τουτί. φαίνομαι οὖν τρισκαιδεκέτης ὢν ὅτε ὁ πατὴρ ὑπὸ τῶν τριάκοντα ἀπέθνησκε. ταύτην δὲ ἔχων τὴν ἡλικίαν οὔτε τί ἔστιν ὀλιγαρχία ἠπιστάμην, οὔτε ἂν ἐκείνῳ ἀδικουμένῳ ἐδυνάμην βοηθῆσαι.

因为,诸位陪审员,我今年三十二岁,自你们返回以来,这是第二十年。因此,显而易见,当我的父亲被三十人政权杀害时,我才十三岁。处于那个年龄的我,既不知道什么是寡头政治,也无法在父亲遭受不公时帮助他。

§5

καὶ μὲν δὴ οὐκ ὀρθῶς τῶν χρημάτων ἕνεκα ἐπεβούλευσα ἂν4 αὐτῷ· ὁ γὰρ πρεσβύτερος ἀδελφὸς Πανταλέων ἅπαντα παρέλαβε, καὶ ἐπιτροπεύσας ἡμᾶς τῶν πατρῴων ἀπεστέρησεν, ὥστε πολλῶν ἕνεκα, ὦ ἄνδρες δικασταί, προσήκει μοι αὐτὸν βούλεσθαι ζῆν. ἀνάγκη μὲν οὖν περὶ αὐτῶν μνησθῆναι, οὐδὲν δὲ δεῖ πολλῶν λόγων· σχεδὸν γὰρ ἐπίστασθε ἅπαντες ὅτι ἀληθῆ λέγω. ὅμως δὲ μάρτυρας αὐτῶν παρέξομαι.

而且,我确实不可能为了钱财而合理地向他图谋不轨。因为我的长兄潘塔莱翁继承了所有的财产,并作为我们的监护人剥夺了我们的家产,所以,诸位陪审员,出于许多原因,我本来应该希望他活着。因此,虽然有必要提及这些事情,但没有必要长篇大论;因为你们几乎所有人都知道我说的是实话。尽管如此,我还是要提供这些事情的证人。

§6

Μάρτυρες ἴσως τοίνυν, ὦ ἄνδρες δικασταί, περὶ τούτων μὲν οὐδὲν ἀπολογήσεται, ἐρεῖ δὲ πρὸς ὑμᾶς ἅπερ ἐτόλμα λέγειν καὶ πρὸς τὸν διαιτητήν, ὡς οὐκ ἔστι τῶν ἀπορρήτων, ἐάν τις εἴπῃ τὸν πατέρα ἀπεκτονέναι· τὸν γὰρ νόμον οὐ ταῦτʼ ἀπαγορεύειν, ἀλλʼ ἀνδροφόνον οὐκ ἐᾶν λέγειν.

证人们 因此,诸位陪审员,他或许不会在这些事情上做任何辩白,而是会向你们说他之前在仲裁人面前也敢说的话:如果有人说杀了父亲,这不属于被禁止的词汇;因为法律并没有禁止这些话,而是不允许说“杀人犯”。

§7

ἐγὼ δὲ οἶμαι ὑμᾶς, ὦ ἄνδρες δικασταί, οὐ περὶ τῶν ὀνομάτων διαφέρεσθαι ἀλλὰ τῆς τούτων διανοίας, καὶ πάντας εἰδέναι, ὅτι ὅσοι ἀπεκτόνασί τινας, καὶ ἀνδροφόνοι εἰσί, καὶ ὅσοι ἀνδροφόνοι εἰσί, καὶ ἀπεκτόνασί τινας. πολὺ γὰρ ἔργον ἦν τῷ νομοθέτῃ ἅπαντα τὰ ὀνόματα γράφειν ὅσα τὴν αὐτὴν δύναμιν ἔχει· ἀλλὰ περὶ ἑνὸς εἰπὼν περὶ πάντων ἐδήλωσεν.

但我认为,诸位陪审员,你们争论的不是词语的字面本身,而是这些词语的意图,并且所有人都知道,凡是杀了人的人都是杀人犯,凡是杀人犯的人都杀了人。因为对于立法者来说,把所有具有相同效力的词语都写出来是一项巨大的工程;但他通过提及一个词,就阐明了所有词。

§8

οὐ γὰρ δήπου, ὦ Θεόμνηστε, εἰ μέν τίς σε εἴποι πατραλοίαν ἢ μητραλοίαν, ἠξίους ἂν αὐτὸν ὀφλεῖν σοι δίκην, εἰ δέ τις εἴποι ὡς τὴν τεκοῦσαν ἢ τὸν φύσαντα ἔτυπτες, ᾤου ἂν αὐτὸν ἀζήμιον δεῖν εἶναι ὡς οὐδὲν τῶν ἀπορρήτων εἰρηκότα.

因为,塞奥姆内斯托斯,如果有人称你为弑父者或弑母者,你肯定会要求他向你支付罚金;但如果有人说你打了生你的母亲或生你的父亲,难道你就会认为他不应该受罚,因为他没有说任何被禁止的词吗?

§9

ἡδέως γὰρ ἄν σου πυθοίμην (περὶ τοῦτο γὰρ δεινὸς εἶ καὶ μεμελέτηκας καὶ ποιεῖν καὶ λέγειν)· εἴ τίς σε εἴποι ῥῖψαι τὴν ἀσπίδα (ἐν δὲ τῷ νόμῳ εἴρηται, ἐάν τις φάσκῃ ἀποβεβληκέναι, ὑπόδικον εἶναι), οὐκ ἂν ἐδικάζου αὐτῷ ἀλλʼ ἐξήρκει ἄν σοι ἐρριφέναι τὴν ἀσπίδα λέγοντι οὐδέν σοι μέλειν;

我倒很乐意请教你(因为你在这些事情上很擅长,并且已经练习了如何做和如何说):如果有人说你扔掉了盾牌(而法律中规定,如果有人声称遗弃了武器,就要受到起诉),难道你不会起诉他,还是只要他说他扔掉了盾牌并声称这与你无关,你就感到满意了?

§10

οὐδὲ γὰρ τὸ αὐτό ἐστι ῥῖψαι καὶ ἀποβεβληκέναι· ἀλλʼ οὐδʼ ἂν τῶν ἕνδεκα γενόμενος5 ἀποδέξαιο, εἴ τις ἀπάγοι τινὰ φάσκων θοἰμάτιον ἀποδεδύσθαι ἢ τὸν χιτωνίσκον ἐκδεδύσθαι, ἀλλʼ ἀφείης ἂν τὸν αὐτὸν τρόπον, ὅτι οὐ λωποδύτης ὀνομάζεται. οὐδʼ εἴ τις παῖδα ἐξαγαγὼν ληφθείη, οὐκ ἂν φάσκοις αὐτὸν ἀνδραποδιστὴν εἶναι, εἴπερ μαχεῖ τοῖς ὀνόμασιν, ἀλλὰ μὴ τοῖς ἔργοις τὸν νοῦν προσέξεις, ὧν ἕνεκα τὰ ὀνόματα πάντες τίθενται.

因为“扔掉”和“遗弃”确实不是同一回事。不仅如此,如果你成为了十一委员之一,如果有人押送来一个人,声称他的斗篷被剥去或内衣被扒掉,难道你会因为此人不被称为“盗衣贼”而以同样的方式释放他吗?如果有人拐走一个孩子并被捕,如果你非要争论这些词汇,而不去关注人们以此来命名词语的“行为”本身,难道你会否认他是“拐骗人口者”吗?

语法注5 条
  1. 1οὐκ ἐξὸν αὐτῷ

    这是使用非人称动词 ἔξεστι 的中性宾格分词的“宾格绝对”句型,表示“在不被允许他的情况下”(在公民大会上发言)。

  2. 2τὸν ἑαυτοῦ

    反身代词 ἑαυτοῦ 指代主句动词 ᾐτιᾶτο 的主语(塞奥姆内斯托斯)。此处应译为“他自己(塞奥姆内斯托斯)的父亲”,与原告自己受人尊敬的父亲形成对比,意在说明如果对方指控原告杀害的是其自身无价值的父亲,原告本会予以原谅。

  3. 3τοῦ πατρός

    属格 τοῦ πατρός 可以理解为与不定式 μὴ τιμωρήσασθαι 连用的原因或利益属格(“为了父亲而报仇”),或与形容词 αἰσχρόν 连用的关系属格(“就父亲而言,不报仇是可耻的”)。

  4. 5ἐπεβούλευσα ἂν

    助词 ἄν 与直陈式不定过去时 ἐπεβούλευσα 结合,表示过去的可能性或反事实的合理性:“我本不可能(合理地)为了钱财而向他图谋不轨”。

  5. 10τῶν ἕνδεκα γενόμενος

    属格 τῶν ἕνδεκα 是省略了数词 εἷς(一个)的部分属格,与分词 γενόμενος 连用,意为“成为十一委员(中的一员)”(雅典负责治安和监狱管理的人员)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0540.tlg010.humanitext-grc2:1-10