← 吕西亚斯

控诉安多基德斯

§12-21

安多基德斯控告资格的否定与神明之怒

发言者抨击了安多基德斯在不敬罪诉讼中作为控告人的资格,并列举了他过去的不敬罪行。他强烈呼吁陪审团对安多基德斯予以严惩,以避免神明的惩罚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12

ὅμως μέντοι ἵνα μὴ ὑπὸ τούτου τοιούτου ὄντος πράγματʼ ἔχοι,1 δοὺς ἀργύριον ἀπηλλάγη. καίτοι ὁπότε οὗτος παρʼ ἑτέρου ἠξίωσε δίκην ἀσεβείας λαβεῖν, ἦ που ἑτέρους γε παρὰ τούτου λαβεῖν δίκαιον καὶ εὐσεβές ἐστιν.

然而,为了不从这种人那里招致麻烦,阿尔希普斯通过给钱脱了身。然而,既然此人认为有权要求他人承担不敬之罪的惩罚,那么他人从他这里要求惩罚,确实是公正且虔敬的。

§13

ἀλλὰ λέξει δεινὸν εἶναι, εἰ ὁ μὲν μηνυτὴς τὰ ἔσχατα πείσεται, οἱ δὲ μηνυθέντες τῶν αὐτῶν ὑμῖν ἐπίτιμοι ὄντες μεθέξουσι. καίτοι οὐχ ὑπὲρ αὑτοῦ ἀπολογήσεται, ἀλλὰ καὶ τῶν ἄλλων κατηγορήσει. τοὺς μὲν οὖν ἄλλους οἱ ἐπιτάξαντες καταδέξασθαι ἀδικοῦσι καὶ τοῦ αὐτοῦ ἀσεβήματος αἴτιοί εἰσιν· εἰ δʼ ὑμεῖς αὐτοκράτορες ὄντες αὐτοί ἐστε οἱ ἀφελόντες τὰς τιμωρίας τῶν θεῶν, ἀλλʼ οὐχ οὗτοι αἴτιοι ἔσονται. ὑμεῖς οὖν μὴ βούλεσθε εἰς ὑμᾶς τὴν αἰτίαν ταύτην περιτρέψαι, ἐξὸν τὸν ἀδικοῦντα κολάσασιν ἀπηλλάχθαι.2

但他会说,如果告密者遭受极刑,而被告密的人却在保有公民权的情况下与你们享有同等权利,这是非常荒谬的。然而,他并不会为自己辩护,而是会指责他人。因此,那些命令接纳他人(归国)的人是在作恶,并对同一不敬之罪负有责任;但如果拥有全权的你们自己成为取消神明惩罚的人,那么不是他们,而是你们将承担这一责任。因此,你们不要希望把这种指责引到自己身上,因为你们本可以通过惩罚作恶者来摆脱它。

§14

ἔπειτα δʼ ἐκεῖνοι μὲν ἀρνοῦνται τὰ μεμηνυμένα, οὗτος δὲ ὁμολογεῖ ποιῆσαι. καίτοι καὶ ἐν Ἀρείῳ πάγῳ, ἐν τῷ σεμνοτάτῳ καὶ δικαιοτάτῳ δικαστηρίῳ, ὁμολογῶν μὲν ἀδικεῖν ἀποθνῄσκει, ἐὰν δὲ ἀμφισβητῇ, ἐλέγχεται, καὶ πολλοὶ οὐδὲν ἔδοξαν ἀδικεῖν. οὔκουν ὁμοίαν χρὴ γνώμην ἔχειν περί τε τῶν ἀρνουμένων καὶ περὶ τῶν ὁμολογούντων.

此外,那些人否认被指控的事情,而此人则承认自己做了。然而,即使在最庄严、最公正的阿雷奥帕古斯法庭,承认作恶的人会被判处死刑,而如果提出异议,则会受到审理,且许多人被判定没有作恶。因此,不应该对否认者和承认者抱有相同的看法。

§15

δεινὸν δέ μοι δοκεῖ εἶναι· ἐὰν μέν τις ἀνδρὸς σῶμα τρώσῃ, κεφαλὴν ἢ πρόσωπον ἢ χεῖρας ἢ πόδας, οὗτος μὲν κατὰ τοὺς νόμους τοὺς ἐξ Ἀρείου πάγου φεύξεται τὴν τοῦ ἀδικηθέντος πόλιν, καὶ ἐὰν κατίῃ, ἐνδειχθεὶς θανάτῳ ζημιωθήσεται· ἐὰν δέ τις τὰ αὐτὰ ταῦτα ἀδικήσῃ τὰ ἀγάλματα τῶν θεῶν, οὐδʼ αὐτῶν κωλύσετε τῶν ἱερῶν ἐπιβαίνειν ἢ εἰσιόντα οὐ τιμωρήσεσθε; καὶ μὲν δὴ τούτων καὶ δίκαιον καὶ ἀγαθόν ἐστιν ἐπιμελεῖσθαι, ὑφʼ ὧν καὶ εὖ καὶ κακῶς δυνήσεσθε πάσχειν.

而且,在我看来,这是非常可怕的:如果有人伤害了人的身体,如头部、脸部、双手或双脚,他将根据阿雷奥帕古斯的法律流放到受害者的城邦之外,如果他返回,将被起诉并处以死刑;但如果有人对神明的神像犯下完全相同的罪行,你们难道连他进入神殿都不予以阻止吗,或者当他进入时你们不予以惩罚吗?而事实上,照料那些能使你们遭受福祸的神明,既是公正的,也是有益的。

§16

φασὶ δὲ καὶ τῶν Ἑλλήνων πολλοὺς διὰ τὰ ἐνθάδε ἀσεβήματα ἐκ τῶν παρʼ αὐτοῖς ἱερῶν ἐξείργειν. ὑμεῖς δὲ αὐτοὶ οἱ ἀδικηθέντες περὶ ἐλάττονος ποιεῖσθε τὰ παρʼ ὑμῖν νόμιμα ἢ ἕτεροι τὰ ὑμέτερα.

据说,许多希腊人也因为他在这里犯下的不敬行径,而将他排除在他们那里的神殿之外。然而,你们这些受害者自己,对你们自己法律的重视程度,甚至不如他人对你们法律的重视。

§17

τοσοῦτον δʼ οὗτος Διαγόρου τοῦ Μηλίου ἀσεβέστερος γεγένηται· ἐκεῖνος μὲν γὰρ λόγῳ περὶ τὰ ἀλλότρια ἱερὰ καὶ ἑορτὰς ἠσέβει, οὗτος δὲ ἔργῳ περὶ τὰ ἐν τῇ αὑτοῦ πόλει. ὀργίζεσθαι οὖν χρή, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς ἀστοῖς ἀδικοῦσι μᾶλλον ἢ τοῖς ξένοις περὶ ταῦτα τὰ ἱερά· τὸ μὲν γὰρ ὥσπερ ἀλλότριόν ἐστιν ἁμάρτημα, τὸ δʼ οἰκεῖον.

此人比米洛斯的迪亚哥拉斯要不敬得多;因为那个人是在言论上对外国的神殿和节日犯下不敬,而此人则是用实际行动在自己城邦的事务中犯下不敬。因此,雅典的公民们,对于这些神圣之物,你们更应该对作恶的本邦公民发怒,而不是对外国人;因为前者就像是外国的过错,而后者则是内部的过错。

§18

καὶ μὴ οὓς μὲν ἔχετε ἀδικοῦντας ἀφίετε, τοὺς δὲ φεύγοντας ζητεῖτε συλλαμβάνειν, ἐπικηρύττοντες τάλαντον ἀργυρίου δώσειν τῷ ἀπάγοντι ἢ ἀποκτείναντι. εἰ δὲ μή, δόξετε τοῖς Ἕλλησι κομπάζειν μᾶλλον ἢ τιμωρεῖσθαι βούλεσθαι.

你们不要放免手中掌握的作恶者,却去寻求逮捕流亡者,并悬赏一塔兰同银子给带回或杀害他们的人。否则,在希腊人看来,你们只是在虚张声势,而不是真正想要惩罚。

§19

ἐπεδείξατο δὲ καὶ τοῖς Ἕλλησιν ὅτι θεοὺς οὐ νομίζει. οὐ γὰρ ὡς δεδιὼς τὰ πεποιημένα, ἀλλʼ ὡς θαρρῶν, ναυκληρίᾳ ἐπιθέμενος τὴν θάλατταν ἔπλει. ὁ δὲ θεὸς ὑπῆγεν αὐτόν, ἵνα ἀφικόμενος εἰς τὰ ἁμαρτήματα ἐπὶ τῇ ἐμῇ προφάσει δοίη δίκην.

他也向希腊人表明了自己不信仰神明。因为他并非像害怕自己所做的事那样,而是充满自信地从事航海业并在海上航行。但神明引导着他,好让他到达其罪行之处,并以我的诉讼为契机接受惩罚。

§20

ἐλπίζω μὲν οὖν αὐτὸν καὶ δώσειν δίκην, θαυμάσιον δὲ οὐδὲν ἄν μοι γένοιτο, οὔτε γὰρ ὁ θεὸς παραχρῆμα κολάζει· πολλαχόθεν δὲ ἔχω τεκμαιρόμενος εἰκάζειν, ὁρῶν καὶ ἑτέρους ἠσεβηκότας χρόνω δεδωκότας δίκην, καὶ τοὺς ἐξ ἐκείνων διὰ τὰ τῶν προγόνων ἁμαρτήματα· ἐν δὲ τούτω τῷ χρόνῳ δέῃ πολλὰ καὶ κινδύνους ὁ θεὸς ἐπιπέμπει τοῖς ἀδικοῦσιν, ὥστε πολλοὺς ἤδη ἐπιθυμῆσαι τελευτήσαντας τῶν κακῶν ἀπηλλάχθαι. ὁ δὲ θεὸς τέλος τούτῳ λυμηνάμενος τῷ βίῳ θάνατον ἐπέθηκε.

因此,我预料他必定会受到惩罚,而这对我来说并没什么可奇怪的,因为神明并不会立即惩罚;但我能从许多迹象中推断出来,因为我看到其他犯下不敬罪的人也在时间的推移中受到了惩罚,他们的子孙也因祖先的罪行而受罚。在这一期间,神明将许多恐惧和危险降在作恶者身上,以至于许多人已经渴望死去以摆脱痛苦。而神明最终摧毁了这一生命,并施加了死亡。

§21

σκέψασθε δὲ καὶ αὐτοῦ Ἀνδοκίδου τὸν βίον, ἀφʼ οὗ ἠσέβηκε, καὶ εἴ τις τοιοῦτος ἕτερός ἐστιν. Ἀνδοκίδης γὰρ ἐπειδὴ ἥμαρτεν, ἐξ ἐπιβολῆς εἰσαχθεὶς εἰς τὸ δικαστήριον, ἔδησεν ἑαυτὸν τιμησάμενος δεσμοῦ,3 εἰ μὴ παραδοίη τὸν ἀκόλουθον· εὖ δʼ ἤδει οὐ δυνησόμενος παραδοῦναι,

你们且看安多基德斯自犯下不敬罪以来的生活,以及是否有其他类似的人。因为安多基德斯在犯下罪行时,因强制措施被带到法庭,他主动提议以监禁作为刑罚将自己拘禁起来,除非他交出随从;但他深知自己是无法交出来的,

语法注3 条
  1. 12ἵνα μὴ ὑπὸ τούτου τοιούτου ὄντος πράγματʼ ἔχοι

    在由过去时动词 ἀπηλλάγη 引导的目的从句(ἵνα μὴ...)中,由于主句是历史时态,因此使用了祈愿语气 ἔχοι 而非虚拟语气。τούτου τοιούτου ὄντος 是属格绝对结构,表示原因(“因为他是这样的人”)。

  2. 13ἐξὸν τὸν ἀδικοῦντα κολάσασιν ἀπηλλάχθαι

    ἐξόν 是无人称动词 ἔξεστι 的中性单数宾格分词,用于宾格绝对结构,意为“在可以……的情况下”或“既然允许”。分词 κολάσασιν 是复数与格,与语境中省略的逻辑主语 ὑμῖν(对于你们)相一致。

  3. 21τιμησάμενος δεσμοῦ

    τιμησάμενος 是司法术语,意为“为自己提议(某种)刑罚”,属格 δεσμοῦ 表示刑罚的具体内容(监禁、投狱)。这指的是雅典法庭的诉讼程序,即控辩双方各自提出其认为合适的刑罚额度或内容。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0540.tlg006.humanitext-grc2:12-21