← 卡利马科斯

雅典娜颂歌

§75-142

泰瑞西阿斯的失明与预言之赐

泰瑞西阿斯因无意中目睹雅典娜沐浴而失明,但为了安抚其母哈里克洛的悲伤,雅典娜预言他将成为享有盛誉的卓越先知。全诗在迎接女神降临的赞歌中收尾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
75

Τειρεσίας δʼ ἔτι μῶνος ἁμᾶ κυσὶν ἄρτι γένειαπερκάζων1 ἱερὸν χῶρον ἀνεστρέφετο·

泰瑞西阿斯当时正独自带着他的猎犬,下巴刚长出胡须,在那片神圣的地方徘徊;

διψάσας δʼ ἄφατόν τι ποτὶ ῥόον ἤλυθε κράνας,

他感到无法言喻的口渴,便来到了泉水流淌的溪流旁,

σχέτλιος· οὐκ ἐθέλων δʼ εἶδε τὰ μὴ θεμιτά·

可怜的人啊!他无意中看见了不合神律的事物。

τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα

尽管心中恼怒,雅典娜还是对他说道:

80

τίς σε, τὸν ὀφθαλμὼς οὐκέτʼ ἀποισόμενον,2

“艾埃雷斯之子啊,是哪位神灵把你引上了这条艰难的道路?

ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων;

你将再也无法带回你的双眼。”

ἁ μὲν ἔφα, παιδὸς δʼ ὄμματα νὺξ ἔλαβεν.

她如此说道,而黑夜夺去了那少年的双眼。

ἑστάκη δʼ ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαι

他默默地站着,因为痛苦使他的双膝僵硬,

γώνατα καὶ φωνὰν ἔσχεν ἀμηχανία.

无助夺去了他的声音。

85

ἁ νύμφα δʼ ἐβόασε τί μοι τὸν κῶρον ἔρεξας,

那位宁芙大声哭喊道:“你对我的孩子做了什么,

πότνια; τοιαῦται δαίμονες ἐστὲ φίλαι;

尊贵的女神?难道你们神灵就是这样做朋友的吗?”

ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε,

“你夺走了我孩子的双眼。不幸的孩子啊,

εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας,

你看见了雅典娜的胸膛和胁腹,

ἀλλʼ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὦ ἐμὲ δειλάν,

但你再也看不见太阳了。啊,可怜的我啊!”

90

ὦ ὄρος, ὦ Ἑλικὼν οὐκέτι μοι παριτέ,

“啊,山峦啊,赫利孔山啊,我再也不能走近你了,

ἦ μεγάλʼ ἀντʼ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας

你真是以极小的代价索取了极大的回报;你只损失了几只羚羊

καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις.

和狍子,却夺走了我孩子的眼中的光芒!”

ἆ καὶ ἅμʼ ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσα

啊,母亲用双手抱住亲爱的孩子,

μάτηρ μὲν γοερᾶν οἶτον ἀηδονίδων

沉痛地哭泣,引导着悲伤夜莺般的哀歌;

95

ἆγε βαρὺ κλαίοισα, θεὰ δʼ ἐλέησεν ἑταίραν

而女神怜悯她的同伴,

καί νιν Ἀθαναία πρὸς τόδʼ ἔλεξεν ἔπος

雅典娜对她说了这样的话:

δῖα γύναι, μετὰ πάντα βαλεῦ πάλιν ὅσσα διʼ ὀργὰν

“尊贵的妇人啊,收回你因愤怒而说出的一切话吧;

εἶπας· ἐγὼ δʼ οὔ τοι τέκνον ἔθηκʼ ἀλαόν.

并非我让你的孩子失明的。

οὐ γὰρ Ἀθαναίᾳ γλυκερὸν πέλει ὄμματα παίδων

因为夺去青年人的眼睛并非雅典娜所愿;

100

ἁρπάζειν· Κρόνιοι δʼ ὧδε λέγοντι νόμοι·

但克罗诺斯之子的法则如此规定:

ὅς κε τινʼ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται,

凡是在神灵自身不作选择之时,看见任何一位不死之神的人,

ἀθρήσῃ, μισθῶ τοῦτον ἰδεῖν μεγάλω.3

都将为这一眼付出极大的代价。

δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο

尊贵的妇人啊,这件事情已经无法挽回;

ἔργον· ἐπεὶ μοιρᾶν ὧδʼ ἐπένησε λίνα,

因为命运三女神的丝线已将其如此纺就,

105

ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο· νῦν δὲ κομίζευ,

在你最初生下他的那一刻。而现在,接受吧,

ὦ Εὐηρείδα, τέλθος ὀφειλόμενον.

艾埃雷斯之子啊,接受那注定属于你的报偿。

πόσσα μὲν ἁ Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ,

往后卡德摩斯的女儿将烧掉多少祭品,

τόσσα δʼ Ἀρισταῖος, τὸν μόνον εὐχόμενοι

阿里斯泰俄斯又将烧掉多少,只为了能祈求看见他们唯一的

παῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι.4

儿子、年轻的阿克泰翁仅仅是瞎了眼。

110

καὶ τῆνος μεγάλας σύνδρομος Ἀρτέμιδος

他也将成为伟大的阿耳忒弥斯的狩猎伙伴;

ἐσσεῖτʼ· ἀλλʼ οὐκ αὐτὸν ὅ τε δρόμος αἵ τʼ ἐν ὄρεσσι

但到那时,无论是在山中的奔跑还是他们共同的射猎,

ῥυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι,

都无法救他,

ὁππόκʼ ἂν οὐκ ἐθέλων περ ἴδῃ χαρίεντα λοετρὰ

当他无意中看见女神那美丽的沐浴时;

δαίμονος· ἀλλʼ αὐταὶ τὸν πρὶν ἄνακτα κύνες

反而,他自己的猎犬将在那时吞食它们昔日的主人,

115

τουτάκι δειπνησεῦντι· τὰ δʼ υἱέος ὀστέα μάτηρ

而他的母亲将走遍所有的丛林,

λεξεῖται δρυμὼς πάντας ἐπερχομένα·

去收集儿子的骸骨;

ὀλβίσταν ἐρέει σε καὶ εὐαίωνα γενέσθαι,

她会称你是最幸福、度过了美好一生的人,

ἐξ ὀρέων ἀλαὸν παῖδʼ ὑποδεξαμέναν.

因为你从山里接回了虽然瞎眼但还活着的儿子。

ὦ ἑτάρα, τῶ μή τι μινύρεο· τῷδε γὰρ ἄλλα

我的伙伴啊,所以请不要哀叹;因为看在你的份上,这孩子还将

120

τεῦ χάριν ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα.

从我这里得到许多其他的荣耀。

μάντιν ἐπεὶ θησῶ νιν ἀοίδιμον ἐσσομένοισιν,

因为我将使他成为被后世歌颂的先知,

ἦ μέγα τῶν ἄλλων δή τι περισσότερον.

是的,确实比其他所有人都伟大得多。

γνωσεῖται δʼ ὄρνιχας, ὅς αἴσιος οἵ τε πέτονται

他将懂得鸟类的征兆,知道哪一只吉祥,哪些是徒然飞翔,

ἤλιθα καὶ ποίων οὐκ ἀγαθαὶ πτέρυγες.

以及哪些鸟的翅膀带来不祥。

125

πολλὰ δὲ Βοιωτοῖσι θεοπρόπα, πολλὰ δὲ Κάδμῳ

他将给波奥提亚人、给卡德摩斯,

χρησεῖ, καὶ μεγάλοις ὕστερα Λαβδακίδαις.

以及往后给伟大的拉布达科斯后裔宣告许多神谕。

δωσῶ καὶ μέγα βάκτρον, ὅ οἱ πόδας ἐς δέον ἀξεῖ,

我还将给他一根大木杖,它会引导他的脚步走向该去的地方,

δωσῶ καὶ βιότω τέρμα πολυχρόνιον.

我还要赐予他漫长的生命终点。

καὶ μόνος, εὖτε θάνῃ, πεπνυμένος ἐν νεκύεσσι

甚至在他死后,他也将是死者中唯一保持智慧并徘徊的人,

130

φοιτασεῖ, μεγάλωι τίμιος Ἁγεσίλᾳ.

受到伟大的哈格西拉斯的尊敬。”

ὥς φαμένα κατένευσε· τὸ δʼ ἐντελὲς ᾧ κʼ ἔπι νεύσῃ

如此说完,她便点头首肯;而凡是帕拉斯点头示意的事,都必将实现;

Παλλάς, ἐπεὶ μώνᾳ Ζεὺς τό γε θυγατέρων

因为在众女儿中,宙斯仅允许雅典娜一人

δῶκεν Ἀθαναίᾳ, πατρώια πάντα φέρεσθαι,5

继承父亲的所有特权,

λωτροχόοι, μάτηρ δʼ οὔτις ἔτικτε θεάν,

沐浴的侍女们啊,没有哪位母亲诞下这位女神,

135

ἀλλὰ Διὸς κορυφά. κορυφὰ Διὸς οὐκ ἐπινεύει

而是宙斯的头颅。宙斯的头颅绝不对虚假之事点头,

ψεύδεα κοὐδὲ Διὸς ψεύδεται ἁ θυγάτηρ.

宙斯的女儿也绝不撒谎。

ἔρχετʼ Ἀθαναία νῦν ἀτρεκές· ἀλλὰ δέχεσθε

雅典娜现在真的来了;迎接这位女神吧,

τὰν θεόν, ὦ κῶραι τὦργον ὅσαις μέλεται,

担负此任的姑娘们啊,

σύν τʼ εὐαγορίᾳ σύν τʼ εὔγμασι σύν τʼ ὀλολυγαῖς.

用吉利的话语、祈祷和欢呼声。

140

χαῖρε θεά, κάδευ δʼ Ἄργεος Ἰναχίω.

赞美你,女神,请庇护伊纳科斯的阿尔戈斯!

χαῖρε καὶ ἐξελάοισα, καὶ ἐς πάλιν αὖτις ἐλάσσαις

愿你前行时和驾车归来时都安好,

ἵππως, καὶ Δαναῶν κλᾶρον ἅπαντα σάω.

并守护达那俄斯人的一切产业。

语法注5 条
  1. 75γένεια / περκάζων

    γένεια 是 γένειον(下巴,胡须)的复数宾格,在此作为关系宾格(或称尊重宾格),修饰不及物动词现在分词 περκάζων(开始变黑、长出胡须),整句意为“在下巴胡须方面开始变黑”,即“刚开始长出胡须”。

  2. 80τὸν ὀφθαλμὼς οὐκέτʼ ἀποισόμενον

    ὀφθαλμώς 是多利亚方言中的复数宾格(等同于 ὀφθαλμούς)。ἀποισόμενον 是 ἀποφέρω(带走,带回)的将来时中动意分词,带有定冠词 τόν,用作修饰前文人称代词宾格 σε 的同位语,表达一种确定的命运:“你,这再也无法带回双眼的人”。

  3. 102μισθῶ τοῦτον ἰδεῖν μεγάλω

    μισθῶ μεγάλω 是代价或惩罚属格(多利亚方言单数属格词尾 -ω = -ου),修饰不定式 ἰδεῖν,意为“付出极大代价(惩罚)而看见”。τοῦτον 是该不定式的宾格主语,指代前文关系代词 ὅς κε 的引导对象。

  4. 109τυφλὸν ἰδέσθαι

    形容词 τυφλόν(失明的)用作不定式 ἰδέσθαι(看见)的宾语 παῖδα 和 Ἀκταίονα 的宾格补语。这表现了悲剧性的对比:与其看着猎人阿克泰翁被撕碎致死,他的父母此后宁愿祈求“看见他处于瞎眼的状态(而活着)”。

  5. 133πατρώια πάντα φέρεσθαι

    不定式 φέρεσθαι 表示动词 δῶκεν(给予)的宾语或结果。πατρώια πάντα 是复数宾格,意为“父亲的所有事物(特权和属性)”。整句表示宙斯仅允许雅典娜一人承担/拥有其父的所有权能。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
  • 2026-09-22 AI校阅 — 原文 1 处
  • 2026-09-21 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg0533.tlg019.humanitext-grc3:75-142