- 底本
- Callimachus and Lycophron; Aratus. Mair, A. W., editor. London: William Heinemann; New York: G. P. Putnam's Sons, 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0533.tlg004.humanitext-grc2:1.1-1.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
一位异邦人向智者皮塔科斯请教该在两位门第悬殊的新娘中迎娶何人,皮塔科斯指引他倾听孩子们抽陀螺时的呼喊,使其领悟应选择门当户对的伴侣。
ξεῖνος Ἀταρνείτης τις ἀνείρετο Πιττακὸν οὕτω
一位来自阿塔耳纽斯的异邦人这样询问皮塔科斯,
τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον
那位密提林人,许拉狄奥斯之子:
ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴ
“尊长啊,两桩婚事在召唤我。其中一位新娘,
νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατʼ ἐμέ,
论财富与门第皆与我相称;
ἡ δʼ ἑτέρη προβέβηκε· τί λώιον; εἰ δʼ ἄγε σύμ μοι
而另一位则胜过我。哪一个更好?来吧,请为我
βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.1
出谋划策,我当引领哪一位步入婚姻。”
εἶπεν· ὁ δέ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας,
异邦人说罢;而老人举起拐杖,那属于老年的武器,说道:
ἠνίδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος.
“看哪,那些孩子会将一切话语都向你道明。”
οἱ δʼ ἄρʼ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες
只见在宽阔的三岔路口,孩子们正用鞭击
ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ.
使飞速旋转的陀螺旋转着。
κείνων ἔρχεο, φησί, μετʼ ἴχνια. χὡ μὲν ἐπέστη
“跟在他们 的足迹后面 走去吧,”他说。那异邦人便站立在
πλησίον· οἱ δʼ ἔλεγον· τὴν κατὰ σαυτὸν ἔλα.2
近旁;而孩子们正喊道: “去抽打适合你自己的那个!”
ταῦτʼ ἀίων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκου
听闻此言的异邦人,将孩童的吉兆牢记心中,克制了
δράξασθαι,3 παίδων κληδόνα συνθέμενος,
攀附显赫门户之念,
τὴν δʼ ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην.4
于是他将那平凡的新娘迎进了家门。
οὕτω καὶ σύ γʼ ἰὼν τὴν κατὰ σαυτὸν ἔλα.
你也同样,去追寻适合你自己的那一个吧。
- 1.6ποτέρην εἰς ὑμέναιον ἄγω
ἄγω 既可按构词理解为现在时虚拟语气(表审慎思考,“我当引领哪一位”),亦可视为现在时直陈语气。鉴于前句祈使动词 βούλευσον(请为我出谋划策)所引出的间接疑问语境,此处取审慎虚拟语气最为恰当。
- 1.12τὴν κατὰ σαυτὸν ἔλα
动词 ἔλα 是 ἐλαύνω 的现在时第二人称单数命令式。在抽陀螺的游戏语境中指“抽打(陀螺)”,而在隐喻层面则双关指“追寻/驱从(适合你自己的婚配/生活)”,构成了富有教训意义的双关语。
- 1.13ἐφείσατο μείζονος οἴκου δράξασθαι
动词 φείδομαι(克制、舍不得)通常接属格,此处搭配补足不定式 δράξασθαι(抓住、攀附),表示“克制自己不去攫取”;而 μείζονος οἴκου 则是不定式 δράσσομαι 所要求的属格宾语。
- 1.15τὴν δʼ ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην
若在 νύμφην 后作逗号断句,连词 ὡς(“正如”)与下句的 οὕτω 相呼应(“正如那人迎娶了……,你也同样……”);若如本文以句号断开,则相当于读作指示副词 ὣς(“就这样”)。形容词 ὀλίγην(低微的、平凡的)与上句的 μείζονος οἴκου 形成鲜明对仗。
