- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:6.15.1-6.15.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
天亮后,索斯忒涅斯就琉喀佩的抗拒向瑟尔桑德罗斯编造了借口,瑟尔桑德罗斯则担忧她是否已与克利托丰发生关系;两人来到房前时听到了她的哭号。
Ἡμέρας δὲ γενομένης ὁ μὲν Σωσθένης ἐπὶ τὸν Θέρσανδρον ἔσπευδεν, οἱ δὲ ἀμφὶ τὸν Σάτυρον ἐπ̓ ἐμέ. Ὡς δὲ εἶδεν ὁ Θέρσανδρος τὸν Σωσθένην, ἐπυνθάνετο πῶς ἔχει τὰ κατὰ τὴν κόρην εἰς πειθὼ πρὸς αὐτόν.
天亮之后,索斯忒涅斯急忙奔向瑟尔桑德罗斯,萨提洛斯等人则赶往我这里。瑟尔桑德罗斯一见到索斯忒涅斯,便打听那少女向他顺服的事情进展如何。
Ὁ δὲ τὸν μὲν ὄντα λόγον οὐ λέγει, σοφίζεται δέ τι μάλα πιθανῶς. “Ἀρνεῖται μὲν γὰρ” εἶπεν, “οὐ μὴν ἡγοῦμαι τὴν ἄρνησιν αὐτῆς οὕτως ἔχειν ἁπλῶς, ἀλλ’ ὑπονοεῖν μοι δοκεῖ σε χρησάμενον ἅπαξ ἀφήσειν,1 καὶ ὀκνεῖ τὴν ὕβριν.” “Ἀλλὰ τούτου γε ἕνεκεν” εἶπεν ὁ Θέρσανδρος “θαρρείτω· τὸ γὰρ ἐμὸν οὕτως ἔχει πρὸς αὐτήν, ὡς ἀθάνατον εἶναι. Ἓν δὲ μόνον φοβοῦμαι καὶ ἐπείγομαι μαθεῖν περὶ τῆς κόρης, εἰ τῷ ὄντι γυνὴ τυγχάνει τοῦ νεανίσκου γενομένη,2 ὡς ἡ Μελίτη μοι διηγήσατο.”
〔索斯忒涅斯〕并不说实情,而是非常令人信服地编造了一番说辞:“她的确拒绝了,”他说,“然而我认为她的拒绝并非单纯如此;在我看来,她似乎怀疑您在与她一度行事之后便会将她抛弃,因而畏惧这种侮辱。”“不过,单就这一点而言,”瑟尔桑德罗斯说,“让她放心好了;因为我对她的心意,乃是永恒不渝的。唯有一件事让我忧虑,并急于弄清关于那少女的情况:她是否真如墨利忒对我讲述的那样,当真成了那年轻人的女人。”
Ταῦτα διαλεγόμενοι παρῆσαν ἐπὶ τὸ τῆς Λευκίππης δωμάτιον. Ἐπεὶ δὲ πλησίον ἐγένοντο τῶν θυρῶν, ἀκούουσιν αὐτῆς ποτνιωμένης. Ἔστησαν οὖν ἀψοφητὶ κατόπιν τῶν θυρῶν.
他们一边这般交谈,一边来到了琉喀佩的卧房前。当走到门边时,听见她在哀号痛哭。于是他们悄无声息地驻足在门后。
- 6.15.2σε χρησάμενον ἅπαξ ἀφήσειν
依附于动词 ὑπονοεῖν 的宾格不定式结构。σε 作将来时不定式 ἀφήσειν 的逻辑主语,不定过去时分词 χρησάμενον 与 σε 保持同格一致。动词 χράομαι 在此作为绝对用法(省略宾语),含蓄地表示与女子发生肉体关系。
- 6.15.3εἰ τῷ ὄντι γυνὴ τυγχάνει τοῦ νεανίσκου γενομένη
在由 εἰ 引导的间接疑问从句中,限定动词 τυγχάνει 带补充分词 γενομένη。γυνή 是 γενομένη 的表语名词,属格 τοῦ νεανίσκου 修饰 γυνή,意为“那青年的女人/妻子”(即已与其发生关系)。
