- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:5.5.1-5.5.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对琉喀珀对画作内容的询问,叙述者讲述了忒柔斯、普罗克涅与菲洛墨拉的神话,解释了私通、割舌、织物传信、烹子复仇以及化身为鸟的始末。
Ἡ δὲ Λευκίππη λέγει πρός με ʽφιλόμυθον γάρ πως τὸ τῶν γυναικῶν γένοσ̓ “τί βούλεται τῆς εἰκόνος ὁ μῦθος καὶ τίνες αἱ ὄρνιθες αὗται καὶ τίνες αἱ γυναῖκες καὶ τίς ὁ ἀναιδὴς ἐκεῖνος ἀνήρ;” Κἀγὼ καταλέγειν ἄρχομαι “ἀηδὼν καὶ χελιδὼν καὶ ἔποψ· πάντες ἄνθρωποι καὶ πάντες ὄρνιθες. Ἔποψ ὁ ἀνήρ, αἱ δύο γυναῖκες Φιλομήλα χελιδὼν καὶ Πρόκνη ἀηδών. Πόλις αὐταῖς Ἀθῆναι. Τηρεὺς ὁ ἀνήρ· Πρόκνη Τηρέως γυνή. Βαρβάροις δέ, ὡς ἔοικεν, οὐχ ἱκανὴ πρὸς Ἀφροδίτην μία γυνή, μάλισθ’ ὅταν αὐτοῖς καιρὸς διδῷ πρὸς ὕβριν τρυφᾶν.
于是琉喀珀对我说道——盖因女人天性总喜听故事——“这幅画的神话意指为何?这些鸟儿是谁,那些妇人是谁,那个无耻的男人又是谁?”我便开始讲述:“夜莺、燕子与戴胜;他们原本全都是人,如今全都是鸟。男人是戴胜,两位妇人是化作燕子的菲洛墨拉与化作夜莺的普罗克涅。她们的城邦是雅典。男人是忒柔斯,普罗克涅是忒柔斯的妻子。然而对蛮族人而言,看来在情欲之事上一位妇人并不足够,尤其是当机会容许他们肆意妄为、极尽凌辱之时。
Καιρὸς οὖν γίνεται τῷ Θρᾳκὶ τούτῳ χρήσασθαι τῇ φύσει Πρόκνης ἡ φιλοστοργία·1 πέμπει γὰρ ἐπὶ τὴν ἀδελφὴν τὸν ἄνδρα τὸν Τηρέα. Ὁ δὲ ἀπῄει μὲν ἔτι Πρόκνης ἀνήρ, ἀναστρέφει δὲ Φιλομήλας ἐραστής, καὶ κατὰ τὴν ὁδὸν ἄλλην αὑτῷ ποιεῖται τὴν Φιλομήλαν Πρόκνην.2
于是,为这色雷斯人提供放纵其本性的机会的,正是普罗克涅的手足深情;因为她差遣自己的丈夫忒柔斯去接妹妹。他出发时还是普罗克涅的丈夫,归来时却已成菲洛墨拉的情人,并在半路上将菲洛墨拉变成了自己的另一个普罗克涅。
Τὴν γλῶτταν τῆς Φιλομήλας φοβεῖται, καὶ ἕδνα τῶν γάμων αὐτῇ δίδωσι μηκέτι λαλεῖν καὶ κείρει τῆς φωνῆς τὸ ἄνθος. Ἀλλὰ πλέον ἤνυσεν οὐδέν· ἡ γὰρ Φιλομήλας τέχνη σιωπῶσαν εὕρηκε φωνήν.
他惧怕菲洛墨拉的舌头,便赠予她不得再言语作为婚聘之礼,剪除了她声音的花朵。但他并未多得逞什么;因为菲洛墨拉的巧艺寻得了一种无声的语言。
Ὑφαίνει γὰρ πέπλον ἄγγελον καὶ τὸ δρᾶμα πλέκει ταῖς κρόκαις, καὶ μιμεῖται τὴν γλῶτταν ἡ χεὶρ καὶ Πρόκνης τοῖς ὀφθαλμοῖς τὰ τῶν ὤτων μηνύει καὶ πρὸς αὐτὴν ἃ πέπονθε τῇ κερκίδι λαλεῖ.
她织造出一件传信的袍服,以纬线编织出这幕惨剧;她的手摹仿了舌头,将本属于耳朵听闻之事呈报给普罗克涅的眼睛,并用织梭向她倾诉了自己所遭受的暴行。
Ἡ Πρόκνη τὴν βίαν ἀκούει παρὰ τοῦ πέπλου καὶ ἀμύνασθαι καθ’ ὑπερβολὴν ζητεῖ τὸν ἄνδρα. Ὀργαὶ δὲ δύο καὶ δύο γυναῖκες εἰς ἓν πνέουσαι καὶ ὕβρει κεράσασαι τὴν ζηλοτυπίαν δεῖπνον ἐπινοοῦσι τῶν γάμων ἀτυχέστερον.
普罗克涅从长袍得知了这暴行,便谋求对丈夫施以极度的复仇。两腔怒火与两个女人同仇敌忾,将嫉妒与受辱交织在一起,谋划出一顿比那桩婚事更为悲惨的宴飨。
Τὸ δὲ δεῖπνον ἦν ὁ παῖς Τηρέως, οὗ μήτηρ μὲν ἦν πρὸ τῆς ὀργῆς ἡ Πρόκνη, τότε δὲ τῶν ὠδίνων ἐπιλέληστο. Οὕτως αἱ τῆς ζηλοτυπίας ὠδῖνες νικῶσι καὶ τὴν γαστέρα. Μόνον γὰρ ἐρῶσαι γυναῖκες ἀνιᾶσαι τὸν τὴν εὐνὴν λελυπηκότα, κἂν πάσχωσιν ἐν οἷς ποιοῦσιν οὐχ ἧττον κακόν, τὴν τοῦ πάσχειν λογίζονται συμφορὰν τῇ τοῦ ποιεῖν ἡδονῇ.
那顿宴席便是忒柔斯的儿子;在发怒之前,普罗克涅原本是他的母亲,但彼时她已将生产之痛忘得一干二净。嫉妒的阵痛竟能压倒母腹的亲情。因为女人们若一心只想折磨那玷污婚榻之人,即便自己在所行之事中所受之苦毫不逊色,也会将遭受痛苦的灾祸用施加痛苦的快意来相抵。
Ἐδείπνησεν ὁ Τηρεὺς δεῖπνον Ἐρινύων, αἱ δὲ ἐν κανῷ τὰ λείψανα τοῦ παιδίου παρέφερον, γελῶσαι φόβῳ. Ὁ Τηρεὺς ὁρᾷ τὰ λείψανα τοῦ παιδίου καὶ πενθεῖ τὴν τροφὴν καὶ ἐγνώρισεν ὢν τοῦ δείπνου πατήρ·3 γνωρίσας μαίνεται καὶ σπᾶται τὸ ξίφος καὶ ἐπὶ τὰς γυναῖκας τρέχει, ἃς δέχεται ὁ ἀήρ. Καὶ ὁ Τηρεὺς αὐταῖς συναναβαίνει καὶ ὄρνις γίνεται· καὶ τηροῦσιν ἔτι τοῦ πάθους τὴν εἰκόνα.
忒柔斯享用了一顿复仇女神的盛宴,而女人们则用篮子端出了孩子的残骸,带着恐惧狂笑。忒柔斯看到了孩子的残骸,为所食之物哀恸,并认出自己便是那道菜肴的父亲;他一旦认清,便发狂拔剑扑向妇人们,而她们被虚空接纳。忒柔斯也随她们一同飞起,化作飞鸟;他们至今仍保留着那场苦难的模样。
Φεύγει μὲν ἀηδών, διώκει δὲ ὁ Τηρεύς. Οὕτως ἐφύλαξε τὸ μῖσος καὶ μέχρι τῶν πτερῶν.”
夜莺逃窜,忒柔斯追赶。他就这样将仇恨一直保留到了双翼之上。”
- 5.5.3Καιρὸς οὖν γίνεται τῷ Θρᾳκὶ τούτῳ χρήσασθαι τῇ φύσει Πρόκνης ἡ φιλοστοργία
此句存在倒装结构(hyperbaton)。句子的语法主语是后置于句末的 Πρόκνης ἡ φιλοστοργία(“普罗克涅的手足之情”),谓语核心则是前置的 Καιρὸς οὖν γίνεται(“于是成为了机会”)。不定式 χρήσασθαι 表示目的或结果,与与格 τῷ Θρᾳκὶ τούτῳ(“对这色雷斯人而言”)相关联,并支配 τῇ φύσει(“放纵其本性”)。
- 5.5.3ἄλλην αὑτῷ ποιεῖται τὴν Φιλομήλαν Πρόκνην
这是由中动相动词 ποιεῖται 引出的双宾格结构:τὴν Φιλομήλαν 是直接宾语,ἄλλην ... Πρόκνην 是宾语补足语(表语性宾格),意为“将菲洛墨拉变成自己的另一个普罗克涅(即作为第二位妻子)”。αὑτῷ 则是表利害的直接反身与格。
- 5.5.8ἐγνώρισεν ὢν τοῦ δείπνου πατήρ
认知动词 ἐγνώρισεν 支配补充主格分词 ὤν 的句式。当感知或认知动词接分词作补足成分,且分词的逻辑主语与主句主语(忒柔斯)一致时,分词及其表语采用主格(ὢν ... πατήρ)而非宾格,意为“他认清自己就是那顿宴席的父亲”。
