← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§5.3.1-5.3.8

凯瑞阿斯的图谋与不祥之兆

凯瑞阿斯企图劫夺琉喀珀,诱骗众人前往法罗斯岛,但行前遭遇恶鸟扑击的凶兆,并偶遇一幅描绘菲洛墨拉受辱神话的画作。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.3.1

Ὁ γὰρ Χαιρέας πρὸ πολλοῦ τῆς Λευκίππης ἐλάνθανεν ἐρῶν καὶ διὰ τοῦτο μεμηνύκει τὸ φάρμακον, ἅμα μὲν ἀφορμὴν οἰκειότητος ἑαυτῷ θηρώμενος, ἅμα δὲ καὶ ἑαυτῷ σώζων τὴν κόρην.

原来,凯瑞阿斯早已暗中钟情于琉喀珀,正因如此他此前才透露了药方,这既是为了为自己博取亲近的契机,也是为了留存下少女归自己所有。

§5.3.2

Εἰδὼς οὖν ἀμήχανον τὸ τυχεῖν, συντίθησιν ἐπιβουλήν, λῃστῶν ὁμοτέχνων συγκροτήσας,1 ἅτε θαλάσσιος ὢν ἄνθρωπος· καὶ συνθέμενος αὐτοῖς ἃ δεῖ ποιεῖν, ἐπὶ ξένια ἡμᾶς εἰς τὴν Φάρον καλεῖ, σκηψάμενος γενεθλίων ἄγειν ἡμέραν.

因此,他自知得到她极为困难,便由于自身本是航海之人,纠集起操持同业的海盗同伙,密谋策划了一场阴谋;在与他们商定了当行之事后,他便假借庆祝生日为由,邀请我们前往法罗斯岛接受款待。

§5.3.3

Ὡς οὖν προήλθομεν τῶν θυρῶν, οἰωνὸς ἡμῖν γίνεται πονηρός· χελιδόνα κίρκος διώκων τὴν Λευκίππην πατάσσει τῷ πτερῷ εἰς τὴν κεφαλήν. Ταραχθεὶς οὖν ἐπὶ τούτῳ καὶ ἀνανεύσας εἰς οὐρανὸν “ὦ Ζεῦ, τί τοῦτο” ἔφην “φαίνεις ἡμῖν τέρας; ἀλλ̓ εἰ τῷ ὄντι σὸς ὄρνις οὗτος, ἄλλον ἡμῖν σαφέστερον δεῖξον οἰωνόν.” Μεταστραφεὶς οὖν ʽἔτυχον γὰρ παρεστὼς ἐργαστηρίῳ ζωγράφοὐ γραφὴν ὁρῶ κειμένην, ἥτις ὑπῃνίττετο προσόμοιον. Φιλομήλας γὰρ εἶχε φθορὰν καὶ τὴν βίαν Τηρέως καὶ τῆς γλώττης τὴν τομήν. Ἦν δὲ ὁλόκληρον τὸ διήγημα τοῦ δράματος, ὁ πέπλος, ὁ Τηρεύς, ἡ τράπεζα. Τὸν πέπλον ἡπλωμένον εἱστήκει κρατοῦσα θεράπαινα· Φιλομήλα παρειστήκει καὶ ἐπετίθει τῷ πέπλῳ τὸν δάκτυλον καὶ ἐδείκνυ τῶν ὑφασμάτων τὰς γραφάς· ἡ Πρόκνη πρὸς τὴν δεῖξιν ἐνενεύκει καὶ δριμὺ ἔβλεπε καὶ ὠργίζετο· Θρᾲξ ὁ Τηρεὺς ἐνύφαντο Φιλομήλᾳ παλαίων πάλην ἀφροδίσιον.2

当我们刚迈出门外,一个不祥的征兆便降临到我们头上:一只追逐燕子的鹰隼,用翅膀击中了琉喀珀的头部。我为此大为惊惶,仰天呼道:“宙斯啊,你为何向我们显现这等凶兆?然而,若此鸟当真属于你,便请向我们显现另一个更为明确的预兆吧。”于是我转过身来——当时我恰好正站在一间画工的作坊旁——望见一幅摆放着的画作,其中正暗含着极相似的情由。画中绘有菲洛墨拉的受辱、忒柔斯的暴行以及舌头的被割。这出戏剧的全部情节皆在此中:长袍、忒柔斯、餐桌。 一名女仆站立着,手中执着展开的长袍;菲洛墨拉侍立一旁,将手指搭在长袍上,指点着织物中的图绘;普罗克涅正俯身迎着这指示,目光凌厉,满怀激愤;而色雷斯人忒柔斯则被织于其间,正与菲洛墨拉进行着肉欲的搏斗。

§5.3.6

Ἐσπάρακτο τὰς κόμας ἡ γυνή,3 τὸ ζῶμα ἐλέλυτο, τὸν χιτῶνα κατέρρηκτο, ἡμίγυμνος τὸ στέρνον ἦν, τὴν δεξιὰν ἐπὶ τοὺς ὀφθαλμοὺς ἤρειδε τοῦ Τηρέως, τῇ λαιᾷ τὰ διερρωγότα τοῦ χιτῶνος ἐπὶ τοὺς μαστοὺς εἷλκεν. ἀγκάλαις εἶχε τὴν Φιλομήλαν ὁ Τηρεύς, ἕλκων πρὸς ἑαυτὸν ὡς ἐνῆν τὸ σῶμα καὶ σφίγγων ἐν χρῷ τὴν συμπλοκήν.

那女子的秀发已被撕乱,束带已解,短袍已被撕破,胸膛半掩裸露,右手正抵住忒柔斯的双眼,左手则拉扯着短袍撕破的残片覆在双乳之上。忒柔斯正用双臂搂抱着菲洛墨拉,尽可能将她的身躯拉向自己,贴肤紧紧箍住这缠抱。

§5.3.7

Ὧδε μὲν τὴν τοῦ πέπλου γραφὴν ὕφηνεν ὁ ζωγράφος· τὸ δὲ λοιπὸν τῆς εἰκόνος· αἱ γυναῖκες ἐν κανῷ τὰ λείψανα τοῦ δείπνου τῷ Τηρεῖ δεικνύουσι, κεφαλὴν παιδίου καὶ χεῖρας, γελῶσι δὲ ἅμα καὶ φοβοῦνται.

画师便是这般织绘出长袍中的图样。至于画像的余下部分:那些妇人正用篮子向忒柔斯展示宴席的残余——那孩童的头颅与双手——她们一面发笑,一面却又充满恐惧。

§5.3.8

Ἀναπηδῶν ἐκ τῆς κλίνης ὁ Τηρεὺς ἐγέγραπτο καὶ ἕλκων τὸ ξίφος ἐπὶ τὰς γυναῖκας· τὸ σκέλος ἤρειδεν ἐπὶ τὴν τράπεζαν· ἡ δὲ οὔτε ἕστηκεν οὔτε πέπτωκεν, ἀλλ’ ἐδείκνυ ῥοπὴν μέλλοντος πτώματος.

忒柔斯被绘成正从卧榻上一跃而起,拔剑冲向那些妇人;他的腿正撞在餐桌上;那桌子既未立定,亦未倾覆,而是呈现出即将倒塌的倾斜之势。

语法注3 条
  1. 5.3.2λῃστῶν ὁμοτέχνων συγκροτήσας

    及物动词分词 συγκροτήσας(纠集、组建)的直接宾语(如队伍或团伙)在语境中被省略,λῃστῶν ὁμοτέχνων 用作表示构成成员的部分属格;或者 συγκροτέω 直接支配表示组成来源的属格。

  2. 5.3.5Θρᾲξ ὁ Τηρεὺς ἐνύφαντο Φιλομήλᾳ παλαίων πάλην ἀφροδίσιον

    主格名词短语 Θρᾲξ ὁ Τηρεὺς 与分词 παλαίων 构成被动动词 ἐνύφαντο(被织入)的主语及主格补足语,生动地描绘了艺术品中所表现的主体情状。παλαίων 支配同源宾格 πάλην ἀφροδίσιον。

  3. 5.3.6Ἐσπάρακτο τὰς κόμας ἡ γυνή

    过去完成时中被动形式 Ἐσπάρακτο 带有表示受累身体部位的保留宾格(或关系宾格)τὰς κόμας。与后文的 τὸν χιτῶνα κατέρρηκτο 以及 ἡμίγυμνος τὸ στέρνον 一道,构成了用宾格补充说明身体或衣物状态的典型希腊语用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:5.3.1-5.3.8