- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:3.23.1-3.23.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克利托丰听完营救经过后对墨涅拉俄斯感激涕零,但在得知克利尼亚斯生死未卜后,又在狂喜之中陷入了悲痛。
Ὡς οὖν ἤκουσα, παντοδαπὸς ἐγινόμην1 καὶ διηπόρουν ὅ τι ποιήσω πρὸς τὸν Μενέλαον ἀντάξιον. Τὸ δ’ οὖν κοινότατον, προσπεσὼν κατησπαζόμην καὶ προσεκύνουν ὡς θεὸν καί μου κατὰ τῆς ψυχῆς ἀθρόα κατεχεῖτο ἡδονή.
听了这番话,我百感交集,不知该做些什么才能配得上墨涅拉俄斯的恩惠。但按最寻常的做法,我扑倒在他身前亲吻他,像崇敬神明一样顶礼膜拜;无尽的喜悦倾注进我的灵魂。
Ὡς δὲ τὰ κατὰ Λευκίππην εἶχέ μοι καλῶς, “ὁ δὲ Κλεινίας” εἶπον “τί γέγονεν;” ὁ δὲ Μενέλαος “οὐκ οἶδα” ἔφη· ʽμετὰ γὰρ τὴν ναυαγίαν εὐθὺς εἶδον μὲν αὐτὸν τῆς κεραίας λαβόμενον, ὅποι δὲ κεχώρηκεν οὐκ οἶδα.ʼ Ἀνεκώκυσα οὖν ἐν μέσῃ τῇ χαρᾷ· ταχὺ γὰρ ἐφθόνησέ μοι δαίμων τις τῆς καθαρᾶς ἡδονῆς·2
当莱基佩的处境于我而言已经了无遗憾时,我问道:“那克利尼亚斯呢?他怎么样了?”墨涅拉俄斯回答说:“我不知道。船难之后我确实立刻看见他抓住了帆桁,但他究竟漂流到了何处,我却不得而知。”于是我在极大的喜乐之中失声恸哭起来;因为某种神意很快就嫉妒起我纯粹的欢愉。
τὸν δι’ ἐμὲ φαινόμενον οὐδαμοῦ, τὸν μετὰ Λευκίππην ἐμὸν δεσπότην, τοῦτον ἐκ πάντων κατέσχεν ἡ θάλασσα,3 ἵνα μὴ τὴν ψυχὴν μόνον ἀπολέσῃ, ἀλλὰ καὶ τὴν ταφήν. “Ὦ θάλαττα ἄγνωμον, ἐφθόνησας ἡμῖν ὁλοκλήρου τοῦ τῆς φιλανθρωπίας σου δράματος.” Ἄπιμεν οὖν εἰς τὸ στρατόπεδον κοινῇ καὶ τῆς σκηνῆς εἴσω παρελθόντες τῆς ἐμῆς τὸ λοιπὸν τῆς νυκτὸς διετρίψαμεν, καὶ τὸ πρᾶγμα οὐκ ἔλαθε τοὺς πολλούς.4
那个因我而踪影全无的人,那个仅次于莱基佩的我生命的主人,大海偏偏将他从众人中吞没,好让他不仅失去性命,甚至连安葬也失去。“冷酷无情的大海啊,你竟嫉妒我们,不让我们完完整整地领受你仁慈的戏剧。”于是我们一同前往营地,走进我的帐篷度过了残存的夜晚;而这件事情也没有瞒过众人。
- 3.23.1παντοδαπὸς ἐγινόμην
直译为“我变成了各种各样的样子”,是表示一个人被狂喜、惊愕、不知所措等复杂情绪猛烈冲击时的习语表达。
- 3.23.3ταχὺ γὰρ ἐφθόνησέ μοι δαίμων τις τῆς καθαρᾶς ἡδονῆς
动词 φθονέω 支配人的与格(μοι)和所嫉妒之物的属格(τῆς καθαρᾶς ἡδονῆς),意指某种神意不愿让主人公享有完整无瑕的快乐。
- 3.23.4τὸν δι’ ἐμὲ φαινόμενον οὐδαμοῦ, τὸν μετὰ Λευκίππην ἐμὸν δεσπότην, τοῦτον ἐκ πάντων κατέσχεν ἡ θάλασσα
前置的两个宾格短语(τὸν δι’ ἐμὲ... 与 τὸν μετὰ...)由复指指示代词 τοῦτον(主句动词 κατέσχεν 的直接宾语)所承接,属于情绪激动下的倒装与强调句式。
- 3.23.5καὶ τὸ πρᾶγμα οὐκ ἔλαθε τοὺς πολλούς
动词 λανθάνω 支配人的宾格(τοὺς πολλούς),与否定词 οὐκ 连用构成双重否定(弱陈手法),意即“事情并未瞒过众人”(即为大众所知)。
