← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§2.7.1-2.7.7

假装蜂蜇借念咒求吻的巧计

克利托丰忆及前日琉喀佩曾念咒医治被蜂蜇伤的女仆,便假装唇部被蜇,诱使她凑近念咒,借机与她接吻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7.1

Ἔτυχε τῇ προτεραίᾳ ταύτης ἡμέρᾳ περὶ μεσημβρίαν ἡ παῖς ψάλλουσα κιθάρᾳ, ἐπιπαρῆν δὲ αὐτῇ καὶ ἡ Κλειὼ καὶ παρεκάθητο, διεβάδιζον δὲ ἐγώ· καί τις ἐξαίφνης μέλιττά ποθεν ἐπιπτᾶσα τῆς Κλειοῦς ἐπάταξε τὴν χεῖρα.

就在前一天的正午时分,那少女正弹着基萨拉琴,克利奥也在一旁陪着坐着,我则在一旁来回走动。忽然不知从何处飞来一只蜜蜂,蜇了克利奥的手。

§2.7.2

Καὶ ἡ μὲν ἀνέκραγεν, ἡ δὲ παῖς ἀναθοροῦσα καὶ καταθεμένη τὴν κιθάραν κατενόει τὴν πληγὴν καὶ ἅμα παρῄνει λέγουσα μηδὲν ἄχθεσθαι· παύσειν γὰρ αὐτὴν τῆς ἀλγηδόνος δύο ἐπᾴσασαν ῥήματα·1 διδαχθῆναι γὰρ αὐτὰ ὑπό τινος Αἰγυπτίας εἰς πληγὰς σφηκῶν καὶ μελιττῶν.

克利奥叫出了声,那少女便一跃而起,放下琴查看伤口,同时安慰她说不必难受,因为她念诵两句咒语就能为她止痛——这咒语是她为了应对黄蜂和蜜蜂蜇伤而向一位埃及女子学来的。

§2.7.3

Καὶ ἅμα ἐπῇδε, καὶ ἔλεγεν ἡ Κλειὼ μετὰ μικρὸν ῥᾴων γεγονέναι. Τότε οὖν κατὰ τύχην μέλιττά τις ἢ σφὴξ περιβομβήσασα κύκλῳ μου τὸ πρόσωπον παρέπτη· κἀγὼ τὸ ἐνθύμιον λαμβάνω καὶ τὴν χεῖρα ἐπιβαλὼν τοῖς προσώποις προσεποιούμην πεπλῆχθαι καὶ ἀλγεῖν.

她随即念了咒,不多时克利奥便说感觉好多了。就在那时,碰巧有一只蜜蜂或黄蜂在我脸庞周围嗡嗡作响地飞过;我心生一计,用手捂住脸,假装被蜇到而疼痛不堪。

§2.7.4

Ἡ δὲ παῖς προσελθοῦσα εἷλκε τὴν χεῖρα καὶ ἐπυνθάνετο ποῦ ἐπατάχθην· κἀγὼ “κατὰ τοῦ χείλους” ἔφην· “ἀλλὰ τί οὐκ ἐπᾴδεις, φιλτάτη;” Ἡ δὲ προσῆλθέ τε καὶ ἀνέθηκεν, ὡς ἐπᾴσουσα, τὸ στόμα, καί τι ἐψιθύριζεν, ἐπιπολῆς ψαύουσά μου τῶν χειλέων. Κἀγὼ κατεφίλουν σιωπῇ, κλέπτων τῶν φιλημάτων τὸν ψόφον, ἡ δὲ ἀνοίγουσα καὶ κλείουσα τῶν χειλέων τὴν συμβολήν, τῷ τῆς ἐπῳδῆς ψιθυρίσματι φιλήματα ἐποίει τὴν ἐπῳδήν.2 Κἀγὼ τότε δὴ περιβαλὼν φανερῶς κατεφίλουν, ἡ δὲ διασχοῦσα “τί ποιεῖς;” ἔφη. “καὶ σὺ κατεπᾴδεις;” “Τὴν ἐπῳδὸν” εἶπον “φιλῶ, ὅτι μου τὴν ὀδύνην ἰάσω.” Ὡς δὲ συνῆκεν ὃ λέγω καὶ ἐμειδίασε, θαρρήσας εἶπον “οἴμοι, φιλτάτη, πάλιν τέτρωμαι χαλεπώτερον· ἐπὶ γὰρ τὴν καρδίαν κατέρρευσε τὸ τραῦμα καὶ ζητεῖ σου τὴν ἐπῳδήν. Ἦ που καὶ σὺ μέλιτταν ἐπὶ τοῦ στόματος φέρεις·3 καὶ γὰρ μέλιτος γέμεις, καὶ τιτρώσκει σου τὰ φιλήματα.

少女走上前拉开我的手,询问我被蜇在了哪里。我便说:“在嘴唇上。可是,最亲爱的人啊,你为何不念咒呢?”她便走上前来,凑过嘴巴作势要念咒,一边轻触我的嘴唇表面,一边低语着什么。 我暗自接吻,尽量不发出接吻的声音;而她开合着双唇的交汇处,借由咒语的低语,将那咒语变成了吻。这时我终于紧紧抱住她,毫无顾忌地亲吻起来;她退开身子说道:“你在做什么?你也在念咒吗?”我说:“我是在亲吻女施咒者,因为你医治了我的痛苦。”见她领会了我的意思并微笑起来,我便壮着胆子说道:“哎呀,最亲爱的人,我又受了更严重的伤;因为伤口已流注到我的心头,正渴求你的咒语呢。想必你自己的唇上也带着蜜蜂吧;因为你满溢着蜜糖,而你的吻却伤人。

§2.7.7

Ἀλλὰ δέομαι, κατέπᾳσον αὖθις καὶ μὴ ταχὺ τὴν ἐπῳδὴν παραδράμῃς, μὴ πάλιν ἀγριάνῃ τὸ τραῦμα.” Καὶ ἅμα λέγων τὴν χεῖρα βιαιότερον περιέβαλλον καὶ ἐφίλουν ἐλευθερώτερον· ἡ δὲ ἠνείχετο, κωλύουσα δῆθεν.

但我求你,再为我念一次咒吧,切莫太快念完,免得伤口再次恶化。”我一边说着,一边更加用力地搂住她,更加放肆地亲吻;而她虽表面推拒,却任由我吻着。

语法注3 条
  1. 2.7.2παύσειν γὰρ αὐτὴν τῆς ἀλγηδόνος δύο ἐπᾴσασαν ῥήματα

    在间接引语中,将来时不定式 παύσειν 带有表示宾语的代词 αὐτὴν(指克利奥)和表示分离属格的 τῆς ἀλγηδόνος。阴性单数宾格分词 ἐπᾴσασαν 与不定式的逻辑主语(即少女琉喀佩)一致,作方式或条件状语(“通过念诵”)。

  2. 2.7.5τῷ τῆς ἐπῳδῆς ψιθυρίσματι φιλήματα ἐποίει τὴν ἐπῳδήν

    动词 ἐποίει 构成双宾格结构(将 A 变为 B):τὴν ἐπῳδήν 为直接宾语(“咒语”),φιλήματα 为述语宾格(“吻”),由手段与格 τῷ τῆς ἐπῳδῆς ψιθυρίσματι(“借由咒语的低语”)来修饰。

  3. 2.7.6Ἦ που καὶ σὺ μέλιτταν ἐπὶ τοῦ στόματος φέρεις

    小词组合 ἦ που 引出带有较强把握的推测语气(“想必……”、“必定……”),随后由 καὶ γάρ 引导的原因从句对这一推测加以印证。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.7.1-2.7.7