← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§2.4.1-2.4.6

向萨梯洛斯倾诉与求爱之策的传授

克雷托丰向仆人萨梯洛斯倾诉恋情并寻求帮助;萨梯洛斯答应拉拢女仆克莱奥以创造机会,传授了具体追求步骤,并鼓励了胆怯的主人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4.1

Κοινοῦμαι δὴ τῷ Σατύρῳ τὸ πᾶν καὶ συμπράττειν ἠξίουν· ὁ δὲ ἔλεγε καὶ αὐτὸς μὲν ἐγνωκέναι, πρὶν παρ’ ἐμοῦ μαθεῖν, ὀκνεῖν δὲ ἐλέγχειν βουλόμενον λαθεῖν.1 Ὁ γὰρ μετὰ κλοπῆς ἐρῶν ἂν ἐλεγχθῇ πρός τινος, ὡς ὀνειδίζοντα τὸν ἐλέγξαντα μισεῖ.

于是我向萨梯洛斯倾诉了全过程,并请求他从旁协助。他却说,早在听我说起之前,他自己便早已察觉,只是不愿去揭穿一个想要掩饰的人。因为凡是偷偷恋爱的人,若是被谁揭穿,便会把揭穿他的人当作指责自己一般而加以痛恨。

§2.4.2

“Ἤδη δὲ” ἔφη “καὶ τὸ αὐτόματον ἡμῶν προὐνόησεν. Ἡ γὰρ τὸν θάλαμον αὐτῆς πεπιστευμένη2 Κλειὼ κεκοινώνηκέ μοι καὶ ἔχει πρός με ὡς ἐραστήν. Ταύτην παρασκευάσω κατὰ μικρὸν πρὸς ἡμᾶς οὕτως ἔχειν, ὡς καὶ συναίρεσθαι πρὸς τὸ ἔργον. Δεῖ δέ σε τὴν κόρην μὴ μέχρι τῶν ὀμμάτων πειρᾶν, ἀλλὰ καὶ ῥῆμα δριμύτερον εἰπεῖν. Τότε δὲ πρόσαγε τὴν δευτέραν μηχανήν.

“然而如今,”他说,“就连机缘也为我们作了筹划。掌管她卧室的克莱奥已与我熟络,视我为情人。我会逐渐拉拢她倾向我们,以使她也能在此事上协助我们。而你绝不能仅仅以目光来试探那少女,更要说些更为大胆的话。随后,你便施展第二道攻城手段:

§2.4.4

Θίγε χειρός, θλῖψον δάκτυλον, θλίβων στέναξον. Ἢν δὲ ταῦτά σου ποιοῦντος καρτερῇ καὶ προσίηται, σὸν ἔργον ἤδη δέσποινάν τε καλεῖν καὶ φιλῆσαι τράχηλον.” “Πιθανῶς μὲν” ἔφην “νὴ τὴν Ἀθηνᾶν, ἐς τὸ ἔργον παιδοτριβεῖς· δέδοικα δὲ μὴ ἄτολμος καὶ δειλὸς ἔρωτος ἀθλητὴς γένωμαι.”

触碰她的手,捏捏她的手指,一面捏着一面叹息。若你做出这些举动时,她隐忍不拒并欣然接受,那么接下来的差事便是称她为女主人,并亲吻她的脖颈。”“凭雅典娜起誓,”我说,“你这套临阵指点确实令人信服;可我唯恐自己会成为一个畏缩而怯懦的爱情竞技者。”

§2.4.5

“Ἔρως, ὦ γενναῖε” ἔφη “δειλίας οὐκ ἀνέχεται. Ὁρᾷς αὐτοῦ τὸ σχῆμα ὥς ἐστι στρατιωτικόν;3 τόξα καὶ φαρέτρα καὶ βέλη καὶ πῦρ, ἀνδρεῖα πάντα καὶ τόλμης γέμοντα. Τοιοῦτον οὖν ἐν σεαυτῷ θεὸν ἔχων δειλὸς εἶ καὶ φοβῇ;

“高贵的先生啊,”他说,“厄罗斯绝不容忍懦弱。你看得出他的装束是何等威武好战吗?弓箭、箭筒、利矢与烈火,无一不是阳刚勇毅之物。心中怀着这般一位神明,你竟然还会怯懦害怕?

§2.4.6

Ὅρα μὴ καταψεύσῃ τοῦ θεοῦ. Ἀρχὴν δέ σοι ἐγὼ παρέξω. Τὴν Κλειὼ γὰρ ἀπάξω μάλιστα ὅταν ἐπιτήδειον ἴδω καιρὸν τοῦ σε τῇ παρθένῳ δύνασθαι συνεῖναι μόνῃ.”4

切莫辜负了这位神灵!我会为你提供开端:每当我看到适宜的时机能让你与那少女单独相处时,我必定会把克莱奥引开。”

语法注4 条
  1. 2.4.1ὀκνεῖν δὲ ἐλέγχειν βουλόμενον λαθεῖν

    不定词 ἐλέγχειν 作为 ὀκνεῖν(迟疑、踌躇)的补充成分(“迟疑于揭穿”),其宾语省略了指代说话者的宾格代词(“我”),分词 βουλόμενον 与该省略的宾格在性数格上保持一致(阳性单数宾格),意为“想要隐匿(的我)”。

  2. 2.4.2Ἡ γὰρ τὸν θάλαμον αὐτῆς πεπιστευμένη

    此句属于在主动语态中支配“与格+宾格”的动词(πιστεύειν τινί τι,托付某人某物)转为被动语态的特殊句式:承受托付的人作主语,而被托付的事物(τὸν θάλαμον)仍保留为宾格(中被动态完成时分词 πεπιστευμένη),意为“被托付照料她寝室的(女仆)”。

  3. 2.4.5Ὁρᾷς αὐτοῦ τὸ σχῆμα ὥς ἐστι στρατιωτικόν;

    提前句式(prolepsis)。名词短语 αὐτοῦ τὸ σχῆμα(他的样貌/装束)在逻辑上原本应是 ὡς 引导的从属节的主语,但被提前作为主句动词 ὁρᾷς 的直接宾语(字面直译为“你见他的装束,是何其武勇吗?”)。

  4. 2.4.6τοῦ σε τῇ παρθένῳ δύνασθαι συνεῖναι μόνῃ

    冠词+不定词属格结构(τοῦ δύνασθαι)作为说明性/同格属格,修饰前面的 καιρόν(时机)。不定词 δύνασθαι 的逻辑主语是宾格 σε;形容词 μόνῃ 则在性、数、格上与受支配的与格 τῇ παρθένῳ 保持一致(阴性单数与格),而非与 σε 一致,意为“让你能够与那少女单独相处”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.4.1-2.4.6