- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.29.1-2.29.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
母亲离去后,留克珀陷入羞耻、悲伤与愤怒的剧烈煎熬中。作者将言语比作刺入灵魂的无血之箭,并论及因受上位者压制而无法反唇相讥时,内心的创伤如何在沉默中愈演愈烈。
Ἡ δὲ Λευκίππη καθ’ ἑαυτὴν γενομένη καὶ τῶν τῆς μητρὸς γεμισθεῖσα ῥημάτων παντοδαπή τις ἦν. Ἤχθετο, ᾐσχύνετο, ὠργίζετο· ἤχθετο μὲν πεφωραμένη, ᾐσχύνετο δὲ ὀνειδιζομένη, ὠργίζετο δὲ ἀπιστουμένη. Αἰδὼς δὲ καὶ λύπη καὶ ὀργὴ τρία τῆς ψυχῆς κύματα.
至于留克珀,只剩她独处一人,又被母亲这番言语灌得满满,心绪顿时百感交集。她痛苦、羞惭、愤怒:因被当场发觉而痛苦,因受责难而羞惭,因不被信任而愤怒。羞耻、悲伤与愤怒,乃是灵魂的三重波涛。
Ἡ μὲν γὰρ αἰδὼς διὰ τῶν ὀμμάτων εἰσρέουσα τὴν τῶν ὀφθαλμῶν ἐλευθερίαν καθαιρεῖ· ἡ δὲ λύπη περὶ τὰ στέρνα διανεμομένη κατατήκει τῆς ψυχῆς τὸ ζωπυροῦν· ἡ δὲ ὀργὴ περιυλακτοῦσα τὴν καρδίαν ἐπικλύζει τὸν λογισμὸν τῷ τῆς μανίας ἀφρῷ.
盖羞耻穿过双眼涌入,夺去了目光的自由;悲伤在胸间弥散,消融了灵魂的火种;愤怒则在心房四周狂吠,以疯狂的白沫将理性吞没。
Λόγος δὲ τούτων ἁπάντων πατήρ, καὶ ἔοικεν ἐπὶ σκοπῷ τόξον βάλλειν καὶ ἐπιτυγχάνειν καὶ ἐπὶ τὴν ψυχὴν πέμπειν τὰ βλήματα καὶ ποικίλα τοξεύματα. Τὸ μέν ἐστιν αὐτῷ λοιδορίας βέλος, καὶ γίνεται τὸ ἕλκος ὀργή· τὸ δέ ἐστιν ἔλεγχος ἀτυχημάτων· ἐκ τούτου τοῦ βέλους λύπη γίνεται· τὸ δὲ ὄνειδος ἁμαρτημάτων, καὶ καλοῦσιν αἰδῶ τὸ τραῦμα. Ἴδιον δὲ τούτων ἁπάντων τῶν βελῶν βαθέα μὲν τὰ βλήματα, ἄναιμα δὲ τὰ τοξεύματα.1 Ἓν δὲ τούτων ἁπάντων φάρμακον, ἀμύνεσθαι τὸν βάλλοντα τοῖς αὐτοῖς βλήμασι· λόγος γὰρ γλώσσης βέλος ἄλλης γλώσσης βέλει θεραπεύεται· καὶ γὰρ τῆς καρδίας ἔπαυσε τὸ θυμούμενον καὶ τῆς ψυχῆς ἐμάρανε τὸ λυπούμενον.2
言语乃是这一切之父,犹如瞄准靶子放箭,矢无虚发,将创伤与斑斓的箭矢射向灵魂。其一乃是谩骂之箭,那创口便化作愤怒;另一乃是对灾祸的揭发,由此箭生出悲伤;再一乃是对过犯的指斥,人们称此创口为羞耻。 所有这些箭矢的特异之处在于,其所致的创伤极深,射入却不见流血。而对这一切的唯一药方,是以同样的箭矢还击射手;盖言语这一舌尖之箭,唯由另一舌尖之箭所医治。因为这能平息心头的忿火,消解灵魂的凄伤。
Ἂν δέ τις ἀνάγκῃ τοῦ κρείττονος3 σιγάσῃ τὴν ἄμυναν, ἀλγεινότερα γίνεται τὰ ἕλκη τῇ σιωπῇ· αἱ γὰρ ὠδῖνες τῶν ἐκ τοῦ λόγου κυμάτων οὐκ ἀποπτύσασαι τὸν ἀφρὸν οἰδοῦσι περὶ ἑαυτὰς πεφυσημέναι.
然而,若有人迫于上位者的压制而强忍反击、保持沉默,其创口因沉默便愈加剧痛;盖由言语而生的波涛之剧痛,未能将白沫吐出,反倒在内里憋胀膨大。
- 2.29.4Ἴδιον δὲ τούτων ἁπάντων τῶν βελῶν βαθέα μὲν τὰ βλήματα, ἄναιμα δὲ τὰ τοξεύματα
中性单数形容词 Ἴδιον 在此省略系动词作表语,支配专属性/所属属格 τούτων ἁπάντων τῶν βελῶν(“所有这些箭矢所特有的性质是……”)。其实质主语由后随的两个并列对仗分句补足:βαθέα μὲν τὰ βλήματα, ἄναιμα δὲ τὰ τοξεύματα(“创伤虽深,箭击却无血”)。
- 2.29.4καὶ γὰρ τῆς καρδίας ἔπαυσε τὸ θυμούμενον καὶ τῆς ψυχῆς ἐμάρανε τὸ λυπούμενον
动词 ἔπαυσε 与 ἐμάρανε 形式上虽是不定过去时,但用作表达普遍心理规律与真理的“格言式不定过去时”(gnomic aorist),其时态意义相当于现在时(“平息”、“使枯萎”)。中性分词实词化结构 τὸ θυμούμενον 与 τὸ λυπούμενον 分别指代抽象情感(“激愤之情”、“悲戚之情”)。
- 2.29.5ἀνάγκῃ τοῦ κρείττονος
与格 ἀνάγκῃ 表示原因或手段(“由于……的压迫/强迫”)。属格 τοῦ κρείττονος 为比较级形容词名词化(“上位者”、“更强者”),在此作主格性属格,意指“由上位者所施加的必然/压制”。语境中指留克珀面对母亲潘忒亚这一长辈而无法开口顶撞回击的处境。
