← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§2.27.1-2.27.3

克利尼亚斯的计策与秘密送走克利奥

克利尼亚斯建议先暗中将克利奥送走,并观望数日且设法说服少女一同逃亡,他还主动提出同行。他们将克利奥送上小船后,待天明返回了家中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.27.1

Ὁ οὖν Κλεινίας τῆς χειρός μου λαβόμενος ἄγει τῆς Κλειοῦς μακρὰν καὶ λέγει “δοκῶ μοι καλλίστην γνώμην εὑρηκέναι, ταύτην μὲν ὑπεξαγαγεῖν, ἡμᾶς δὲ ὀλίγας ἡμέρας ἐπισχεῖν,1 κἂν οὕτω δοκῇ, συσκευασαμένους ἀπελθεῖν.

于是,克利尼亚斯拉着我的手,走到远离克利奥的地方说道:“我自以为想出了一个极好的主意:先将她暗中送走,我们则在此停留数日,若届时依然觉得妥当,便收拾行装动身离开。

§2.27.2

Οὔτε γὰρ νῦν οἶδε τῆς κόρης ἡ μήτηρ τίνα κατέλαβεν, ὡς ὑμεῖς φατε, ὅ τε καταμηνύσων οὐκ ἔσται2 τῆς Κλειοῦς ἐκ μέσου γενομένης· τάχα δὲ καὶ τὴν κόρην συμφυγεῖν πείσετε.” Ἔλεγε δὲ καὶ αὐτὸς ὅτι κοινωνὸς γενήσεται τῆς ἀποδημίας.

因为正如你们所说,如今那少女的母亲并不知晓自己抓到的是谁,只要克利奥消失不见,便不会再有告密之人;而且或许你们还能劝服那少女与你们一同逃跑。”他自己也说愿成为这趟远行的同伴。

§2.27.3

Ταῦτα ἔδοξε· καὶ τὴν μὲν Κλειὼ τῶν οἰκετῶν αὑτοῦ τινι παραδίδωσι, κελεύσας ἐμβάλλεσθαι σκάφει, ἡμεῖς δὲ αὐτοῦ καταμείναντες ἐφροντίζομεν περὶ τῶν ἐσομένων, καὶ τέλος ἔδοξεν ἀποπειραθῆναι τῆς κόρης καὶ εἰ μὲν θελήσει συμφυγεῖν, οὕτω πράττειν· εἰ δὲ μή, μένειν αὐτοῦ, παραδόντας ἑαυτοὺς τῇ τύχῃ.3 Κοιμηθέντες οὖν τῆς νυκτὸς ὅσον τὸ λοιπὸν περὶ τὴν ἕω πάλιν ἐπὶ τὴν οἰκίαν ἐπανήλθομεν.

事情便这样定了下来。他把克利奥交托给自己的一名仆人,命他将她送上一艘小船;我们则留在原地思忖接下来的事,最终决定去探一探那少女的口风:若她愿意一同逃跑,便照此施行;若不愿,就留在此地,听凭命运摆布。于是,我们在夜间仅存的时间里睡下,拂晓时分又返回了宅第。

语法注3 条
  1. 2.27.1δοκῶ μοι καλλίστην γνώμην εὑρηκέναι, ταύτην μὲν ὑπεξαγαγεῖν, ἡμᾶς δὲ ὀλίγας ἡμέρας ἐπισχεῖν

    δοκῶ μοι 为人称句结构,表示自身的看法(“我自以为……”)。其后的三个不定词(ὑπεξαγαγεῖν、ἐπισχεῖν 与 ἀπελθεῖν)在此作 καλλίστην γνώμην 的同位语,用以阐明该“良策”的具体内容。

  2. 2.27.2ὅ τε καταμηνύσων οὐκ ἔσται

    带有定冠词的将来时分词 ὁ καταμηνύσων 作名词性用法,意为“告密者”。与 εἰμί 的将来时 ἔσται 搭配,构成表示否定的存在句(“将不会有告密之人”)。

  3. 2.27.3μένειν αὐτοῦ, παραδόντας ἑαυτοὺς τῇ τύχῃ

    虽然依附于非人称动词 ἔδοξεν,但分词 παραδόντας 采用了阳性复数宾格,修饰不定词 μένειν 的逻辑主语。它并未与潜在的与格(ἡμῖν)一致,而是遵循了以宾格作为不定词主语的常规语法构造。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.27.1-2.27.3