← 保萨尼亚斯

希腊志

§9.40.6-9.40.12

凯罗尼亚的由来与战利品纪念及王笏崇拜

保萨尼亚斯引用《大赫俄亚伊》讨论凯罗尼亚名字的由来,解释了马其顿人不立战胜纪念碑的习俗,描绘了底比斯人的狮子合葬墓,并详细介绍了凯罗尼亚人对阿伽门农王笏的崇拜及祭仪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.40.6

" Φύλας δʼ ὤπυιεν κούρην κλειτοῦ Ἰολάου † λειπεφιληνην εἶδος Ὀλυμπιάδεσσιν ὅμοιον, Ἱππότην δέ οἱ υἱὸν ἐνὶ μεγάροισιν ἔτικτεν Θηρώ τʼ εὐειδῆ, ἰκέλην φαέεσσι σελήνης. Θηρὼ δʼ Ἀπόλλωνος ἐς ἀγκοίνῃσι πεσοῦσα γείνατο Χαίρωνος κρατερὸν μένος ἱπποδάμοιο." Ὅμηρος δὲ ἐπιστάμενος ἐμοὶ δοκεῖν1 Χαιρώνειάν τε ἤδη καὶ Λεβάδειαν καλουμένας, ὅμως τοῖς ἀρχαίοις ἐχρήσατο ὀνόμασιν ἐς αὐτάς, καθότι καὶ Αἴγυπτον τὸν ποταμὸν εἶπεν, οὐ Νεῖλον.

“菲拉斯娶了著名的伊奥劳斯的女儿, †……她的容貌如同奥林匹斯的女神, 她在他的大殿里为他生下了一个儿子希波忒斯, 以及美丽的忒罗,她如同月亮的光芒。 而忒罗投入阿波罗的怀抱, 生下了驯马的、强悍的凯隆。” 在我看来,荷马虽然知道它们当时已经被称为凯罗尼亚和莱巴德亚,但仍然对它们使用了古老的名字,正如他也将那条河称为埃及河,而不是尼罗河一样。

§9.40.7

Χαιρωνεῦσι δὲ δύο ἐστὶν ἐν τῇ χώρᾳ τρόπαια, ἃ Ῥωμαῖοι καὶ Σύλλας ἔστησαν Ταξίλον καὶ στρατιὰν τὴν Μιθριδάτου κρατήσαντες. Φίλιππος δὲ οὐκ ἀνέθηκεν ὁ Ἀμύντου τρόπαιον οὔτε ἐνταῦθα οὔτε ὁπόσας μάχας ἄλλας βαρβάρους ἢ καὶ Ἕλληνας ἐνίκησεν· οὐ γάρ τι Μακεδόσιν ἱστάναι τρόπαια ἦν νενομισμένον.

在凯罗尼亚人的土地上有两座战胜纪念碑,是罗马人和苏拉在击败塔克西路斯和米特里达梯的军队后树立的。然而,阿米恩塔斯之子腓力无论是在这里,还是在战胜蛮族或希腊人的其他任何战斗中,都没有树立战胜纪念碑;因为马其顿人根本没有树立战胜纪念碑的习俗。

§9.40.8

λέγεται δὲ ὑπὸ Μακεδόνων Καρανὸν βασιλεύοντα ἐν Μακεδονίᾳ κρατῆσαι μάχῃ Κισσέως, ὃς ἐδυνάστευεν ἐν χώρᾳ τῇ ὁμόρῳ· καὶ ὁ μὲν τρόπαιον ὁ Καρανὸς κατὰ νόμους τοὺς Ἀργείων ἔστησεν ἐπὶ τῇ νίκῃ· ἐπελθόντα δέ φασιν ἐκ τοῦ Ὀλύμπου λέοντα ἀνατρέψαι τε τὸ τρόπαιον καὶ ἀφανισθῆναι, συνεῖναι τε γνώμῃ2 Καρανὸν οὐκ εὖ βουλεύσασθαι βαρβάροις τοῖς περιοικοῦσιν ἐς ἔχθραν ἐλθόντα ἀδιάλλακτον, καταστῆναί τε χρῆναι μήτε ὑπὸ αὐτοῦ Καρανοῦ μήτε ὑπὸ τῶν ὕστερον βασιλευσόντων Μακεδονίας τρόπαια ἵστασθαι, εἰ ἐς εὔνοιάν ποτε τοὺς προσχώρους ὑπάξονται. μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ Ἀλέξανδρος, οὐκ ἀναστήσας οὔτε ἐπὶ Δαρείῳ τρόπαια οὔτε ἐπὶ ταῖς Ἰνδικαῖς νίκαις.

因为马其顿人说,当卡拉诺斯统治马其顿的时候,他在战斗中击败了统治邻近土地的奇塞乌斯。卡拉诺斯按照阿耳戈斯人的法律为这次胜利树立了战胜纪念碑;但据说一只从奥林匹斯山走出来的狮子推翻了纪念碑并消失了,而卡拉诺斯在心中领悟到:自己与周围的蛮族结下不可调和的仇怨,并非明智之举;如果想要让邻国的人们在未来产生好感,就必须确立一条规则,即无论是卡拉诺斯自己,还是此后统治马其顿的国王们,都不应该树立战胜纪念碑。亚历山大也证实了这一说法,因为他既没有因击败大流士而树立战胜纪念碑,也没有为他在印度取得的胜利树立纪念碑。

§9.40.10

προσιόντων δὲ τῇ πόλει πολυάνδριον Θηβαίων ἐστὶν ἐν τῷ πρὸς Φίλιππον ἀγῶνι ἀποθανόντων. ἐπιγέγραπται μὲν δὴ ἐπίγραμμα οὐδέν, ἐπίθημα δʼ ἔπεστιν αὐτῷ λέων· φέροι δʼ ἂν ἐς τῶν ἀνδρῶν μάλιστα τὸν θυμόν·3 ἐπίγραμμα δὲ ἄπεστιν ἐμοὶ δοκεῖν ὅτι οὐδὲ ἐοικότα τῇ τόλμῃ σφίσι τὰ ἐκ τοῦ δαίμονος ἠκολούθησε.

在接近城市的地方,有一座在与腓力的斗争中牺牲的底比斯人的合葬墓。墓上确实没有刻任何铭文,但墓顶上立着一只狮子;这可能最能代表那些人的气魄。在我看来,没有刻铭文是因为神所赐予的结局与他们的勇气并不相符。

§9.40.11

θεῶν δὲ μάλιστα Χαιρωνεῖς τιμῶσι τὸ σκῆπτρον4 ὃ ποιῆσαι Διί φησιν Ὅμηρος Ἥφαιστον, παρὰ δὲ Διὸς λαβόντα Ἑρμῆν δοῦναι Πέλοπι, Πέλοπα δὲ Ἀτρεῖ καταλιπεῖν, τὸν δὲ Ἀτρέα Θυέστῃ, παρὰ Θυέστου δὲ ἔχειν Ἀγαμέμνονα· τοῦτο οὖν τὸ σκῆπτρον σέβουσι, Δόρυ ὀνομάζοντες. καὶ εἶναι μέν τι θειότερον οὐχ ἥκιστα δηλοῖ τὸ ἐς τοὺς ἀνθρώπους ἐπιφανὲς ἐξ αὐτοῦ· φασὶ δʼ ἐπὶ τοῖς ὅροις αὐτῶν καὶ Πανοπέων τῶν ἐν τῇ Φωκίδι εὑρεθῆναι, σὺν δὲ αὐτῷ καὶ χρυσὸν εὕρασθαι τοὺς Φωκεῖς, σφίσι δὲ ἀσμένοις ἀντὶ χρυσοῦ γενέσθαι τὸ σκῆπτρον. κομισθῆναι δὲ αὐτὸ ἐς τὴν Φωκίδα ὑπὸ Ἠλέκτρας τῆς Ἀγαμέμνονος πείθομαι. ναὸς δὲ οὐκ ἔστιν αὐτῷ δημοσίᾳ πεποιημένος, ἀλλὰ κατὰ ἔτος ἕκαστον ὁ ἱερώμενος ἐν οἰκήματι ἔχει τὸ σκῆπτρον· καί οἱ θυσίαι ἀνὰ πᾶσαν ἡμέραν θύονται, καὶ τράπεζα παράκειται παντοδαπῶν κρεῶν καὶ πεμμάτων πλήρης.

在与神明相关的事物中,凯罗尼亚人最崇敬的是王笏,荷马说这是赫菲斯托斯为宙斯制作的,赫尔墨斯从宙斯那里得到后送给了珀罗普斯,珀罗普斯留给了阿特柔斯,阿特柔斯留给了堤厄斯忒斯,而阿伽门农则从堤厄斯忒斯那里得到了它。因此,他们崇拜这根王笏,称其为“矛”。而它具有某种更为神圣的性质,这从它在人类中所展现出的威光中得到了极为充分的证明;据说,它是发现在他们自己与福基斯地方的帕诺佩乌斯人的边界上的。当时福基斯人随它一起还发现了黄金,但凯罗尼亚人却乐于得到王笏而不是黄金。我相信这根王笏是由阿伽门农的女儿埃拉克特拉带到福基斯的。官方并没有为它建造神庙,而是每年由担任祭司的人将王笏保存在自己的住所中;每天都有向它献祭的仪式,旁边还摆放着一张摆满各种肉类和糕点的桌子。

语法注4 条
  1. 9.40.6ἐμοὶ δοκεῖν

    不带关系词或小词的绝对不定式,作插入语,意为“在我看来”或“依我之见”。

  2. 9.40.8συνεῖναι τε γνώμῃ

    由前句的 λέγεται 或 φασιν 引导的带定格不定式(AcI)结构的一部分。 συνεῖναι 是 συνίημι(理解、领悟)的不定式,其主语是宾格的 Καρανὸν(位于§9.40.9的开头)。字面意思是“据说卡拉诺斯凭借自己的思考理解了(以下内容)”。

  3. 9.40.10φέροι δʼ ἂν ἐς τῶν ἀνδρῶν μάλιστα τὸν θυμόν

    潜在语气希求法(希求法动词加 ἄν)。这里的 φέρω ἐς 意为“指向”、“代表”或“暗示”。 τῶν ἀνδρῶν τὸν θυμόν 意为“那些男子的气魄”,整句表示作者的推测:“这大概最能代表那些男子的气魄吧”。

  4. 9.40.11θεῶν δὲ μάλιστα Χαιρωνεῖς τιμῶσι τὸ σκῆπτρον

    部分属格 θεῶν(神明)。从上下文来看,王笏作为物品却被列在“神明之中”显得有些不合常理,这是一种转喻用法,意为“在与神明相关的(神圣事物)之中”,或“在诸神(的圣物)中,凯罗尼亚人最崇敬这根王笏”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 2 处
urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.40.6-9.40.12