← 保萨尼亚斯

希腊志

§9.15.1-9.15.6

埃帕米农达远征色萨利与曼提内亚阵亡

埃帕米农达在远征色萨利救出贝洛皮达斯的战役中,以普通士兵之身力挽狂澜;此后他重任波奥蒂亚将领在伯罗奔尼撒交战,最终在曼提内亚战役中阵亡,其塑像上刻有歌颂其功绩的哀歌。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.15.1

μετὰ δὲ ταῦτα ἐν Θεσσαλίᾳ δυναστεύων Ἀλέξανδρος Πελοπίδαν ἐλθόντα—ἀφίκετο δὲ ὡς παρὰ ἄνδρα ἰδίᾳ τε εὔνουν αὑτῷ καὶ Θηβαίων φίλον τῷ κοινῷ— παραγενόμενον δὴ τὸν Πελοπίδαν ὁ Ἀλέξανδρος δήσας εἶχεν1 ὑπὸ ἀπιστίας τε καὶ ὕβρεως· Θηβαῖοι δὲ ἐπεξιέναι παραυτίκα ἐπὶ τὸν Ἀλέξανδρον ὥρμηντο. ἡγεμόνας μὲν οὖν τῆς ἐξόδου Κλεομένην καὶ Ὕπατον ἐποιήσαντο βοιωταρχοῦντας ἐν τῷ τότε· Ἐπαμινώνδᾳ δὲ συνέβαινεν ἐν τοῖς στρατευομένοις τετάχθαι.2

在此之后,统治色萨利的亚历山大,将前来的贝洛皮达斯——后者来投奔他,原以为他私下里对自己怀有善意,且在公事上是底比斯人的朋友——,亚历山大竟出于猜忌与蛮横,将抵达的贝洛皮达斯捆绑并囚禁起来。底比斯人见状,立即急于出兵讨伐亚历山大。于是,他们任命当时担任波奥蒂亚将领的克莱奥梅尼斯和许帕托斯为这次出征的统帅;而埃帕米农达则恰好被编在普通士兵之中。

§9.15.2

γεγονυίας δὲ ἐκτὸς Πυλῶν οἱ τῆς δυνάμεως3 ἐπιτίθεταί σφισιν ἐν δυσχωρίαις λοχήσας ὁ Ἀλέξανδρος· ὡς δὲ ἐφαίνετο ἄπορα εἶναι τὰ τῆς σωτηρίας, οὕτω δὴ ὅ τε λοιπὸς στρατὸς ἡγεμόνα ποιοῦνται τὸν Ἐπαμινώνδαν καὶ οἱ Βοιωτάρχαι παραχωροῦσιν ἑκουσίως τῆς ἀρχῆς· Ἀλέξανδρος δὲ οὔτε ἔτι ἐθάρρει τὸν πόλεμον στρατηγοῦντα ὁρῶν τοῖς ἐναντίοις Ἐπαμινώνδαν καὶ ἑκὼν Πελοπίδαν ἀφίησιν.

当军队行至关隘之外时,亚历山大在险要的地形中设下埋伏,袭击了他们。当生还的希望看似断绝之时,其余的军队便推举埃帕米农达为统帅,波奥蒂亚将领们也自愿交出了指挥权。而亚历山大一见敌方是由埃帕米农达统领军队,便不再有信心继续作战,主动释放了贝洛皮达斯。

§9.15.3

ἐν ὅσῳ δὲ ἀπῆν ὁ Ἐπαμινώνδας, Ὀρχομενίους Θηβαῖοι ποιοῦσιν ἀναστάτους ἐκ τῆς χώρας· συμφορὰν δὲ τὴν ἀνάστασιν τὴν Ὀρχομενίων ἐνόμιζεν ὁ Ἐπαμινώνδας καὶ οὔ ποτʼ ἂν ἐξεργασθῆναι τόλμημα τοιοῦτον αὐτοῦ γε παρόντος4 ἔφασκεν ὑπὸ Θηβαίων.

就在埃帕米农达离开期间,底比斯人将奥尔霍迈诺斯人驱逐出了他们的国土。埃帕米农达认为奥尔霍迈诺斯人的被逐是一场灾难,并声声称如果他自己在场,底比斯人绝不敢做出如此鲁莽的行径。

§9.15.4

ὡς δὲ βοιωταρχεῖν αὖθις ᾕρητο καὶ στρατῷ Βοιωτῶν ἀφίκετο αὖθις ἐς Πελοπόννησον, ἐκράτησε μὲν περὶ Λέχαιον Λακεδαιμονίους μάχῃ, σὺν δέ σφισιν Ἀχαιῶν Πελληνέας καὶ Ἀθηναίων οὓς Χαβρίας ἦγεν ἐξ Ἀθηνῶν. Θηβαίοις δὲ ἦν καθεστηκὸς τοὺς μὲν ἄλλους, ὁπόσους αἰχμαλώτους ἕλοιεν, ἀφιέναι χρημάτων, τοὺς δὲ ἐκ Βοιωτῶν φεύγοντας ζημιοῦν θανάτῳ· πόλισμα οὖν ἑλὼν Σικυωνίων Φοιβίαν, ἔνθα ἦσαν τὸ πολὺ οἱ Βοιώτιοι φυγάδες συνηγμένοι, ἀφίησι τοὺς ἐγκαταληφθέντας, ἄλλην σφίσιν ἣν ἔτυχε πατρίδα ἐπονομάζων5 ἑκάστῳ.

当他再次当选波奥蒂亚将领,并率领波奥蒂亚军队再次抵达伯罗奔尼撒时,他在莱凯翁附近的战斗中击败了拉刻代蒙人,以及与他们并肩作战的阿开亚人中的培勒涅人和由哈布里阿斯从雅典率领来的雅典人。底比斯人当时有一项既定规矩,即对抓获的其他所有俘虏,均可收取赎金予以释放,但对于来自波奥蒂亚的流亡者,则处以死刑。因此,在攻占了锡库翁人的一处小镇弗比亚(此处聚集了大部分波奥蒂亚流亡者)后,他释放了被捕的人,并随口为每个人指定了另一个他们碰巧想到的祖国。

§9.15.5

ὡς δὲ ἀφίκετο πρὸς Μαντίνειαν τῇ στρατιᾷ, νικῶν καὶ τότε ὑπὸ ἀνδρὸς ἀπέθανεν Ἀθηναίου· καὶ Ἀθήνῃσιν ἐν ἱππέων μάχῃ τὸν Ἐπαμινώνδαν ὁ ἀνὴρ οὗτος γέγραπται φονεύων Γρύλος ὁ Ξενοφῶντος, Ξενοφῶντος δὴ τοῦ Κύρῳ ὁδοῦ μετασχόντος ἐπὶ βασιλέα Ἀρταξέρξην καὶ ὀπίσω τοῖς Ἕλλησιν ἐπὶ θάλασσαν ἡγησαμένου.

当他率军抵达曼提内亚时,虽然当时他又赢得了胜利,却被一名雅典男子杀害。在雅典一幅描绘骑兵战的画作中,画着这个男子杀害埃帕米农达的情景,此人便是色诺芬之子格里卢斯,即曾与小库鲁斯一同远征国王阿尔塔薛西斯,并带领希腊人撤退到海边的那个色诺芬。

§9.15.6

τῷ δὲ ἀνδριάντι τοῦ Ἐπαμινώνδου καὶ ἐλεγεῖα ἔπεστιν ἄλλα τε ἐς αὐτὸν λέγοντα καὶ ὅτι Μεσσήνης γένοιτο οἰκιστὴς καὶ τοῖς Ἕλλησιν ὑπάρξειεν ἐλευθερία διʼ αὐτοῦ. καὶ οὕτως ἔχει τὰ ἐλεγεῖα· "ἡμετέραις βουλαῖς Σπάρτη μὲν ἐκείρατο δόξαν, Μεσσήνη δʼ ἱερὴ τέκνα χρόνῳ δέχεται· Θήβης δʼ ὅπλοισιν Μεγάλη πόλις ἐστεφάνωται, αὐτόνομος δʼ Ἑλλὰς πᾶσʼ ἐν ἐλευθερίῃ." τούτῳ μὲν τοσαῦτα ἦν ἐς δόξαν·

在埃帕米农达的雕像上,还刻有哀歌双行诗,除了颂扬他的其他功绩外,还提到他是美塞尼亚的重建者,且希腊人因他而获得了自由。诗句如下: “凭我们的谋略,斯巴达的名望被剪除, 而神圣的美塞尼亚在历经岁月后接纳了她的子民; 底比斯的武力为梅加洛波利斯加冕, 整个希腊都在自由中自主独立。” 对他而言,这些伟绩成就了他的荣耀。

语法注5 条
  1. 9.15.1δήσας εἶχεν

    分词 δήσας 与 动词 εἶχεν 的结合是一种迂回式(periphrastic)表达,类似于完成时态,强调将贝洛皮达斯捆绑并持续囚禁的状态。

  2. 9.15.1συνέβαινεν ... τετάχθαι

    无人称动词 συνέβαινεν 连用不定式 τετάχθαι(意为“碰巧”、“结果是……”),用于描述埃帕米农达当时未能担任将领,而是作为普通士兵随军出征的境遇。

  3. 9.15.2γεγονυίας ... τῆς δυνάμεως

    属格绝对结构,不及物动词 γίγνομαι 的完成时分词阴性单数属格 γεγονυίας 与阴性名词 δυνάμεως(军队)一致,意为“当军队抵达……时”。

  4. 9.15.3οὔ ποτʼ ἂν ἐξεργασθῆναι ... αὐτοῦ γε παρόντος

    由 ἔφασκεν 引导的间接引语中的“宾格加不定式”结构。小词 ἂν 与不定式 ἐξεργασθῆναι 结合,代表直接引语中的虚拟语气(反事实条件句),其条件由分词短语 αὐτοῦ γε παρόντος(“如果他当时在场的话”)来表达。

  5. 9.15.4ἄλλην σφίσιν ἣν ἔτυχε πατρίδα ἐπονομάζων

    动词 ἔτυχε(“碰巧”)与补充性分词 ἐπονομάζων(“命名”)连用。关系代词 ἣν 与其先行词 πατρίδα(“祖国”)一同被引入关系从句中,指代埃帕米农达通过随口为每人虚构一个祖国,从而使他们免遭处决的权宜之计。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.15.1-9.15.6