- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.13.1-9.13.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-01
本文叙述了底比斯将领埃帕米农达的出身、教育以及在与斯巴达谈判时的坚决立场,并讲述了留克特拉战役前出现的凶兆,以及被斯巴达人强暴的斯克达索斯之女的悲剧故事。
τῷ δʼ Ἐπαμινώνδᾳ τὰ μὲν τῶν προγόνων ὑπῆρχεν ἐς γένους δόξαν, ὁ δέ οἱ πατὴρ χρημάτων ἕνεκα μέσου ἀνδρὸς ἀπέδει Θηβαίου· διδάγματα δὲ αὐτοῖς τά τε ἐπιχώρια ἔμαθεν ἐς τὸ ἀκριβέστατον καὶ ὡς ἤδη μειράκιον ἦν ἐφοίτησεν ὡς Λῦσιν, ἄνδρα γένος μὲν Ταραντῖνον, ἐπιστάμενον δὲ τοὺς Πυθαγόρου τοῦ Σαμίου λόγους. λέγεται δὲ ὁ Ἐπαμινώνδας, ἡνίκα ἐπολέμουν Λακεδαιμόνιοι Μαντινεῦσι, πεμφθῆναι σὺν ἄλλοις ἀνδράσιν ἐκ Θηβῶν Λακεδαιμονίοις ἐπαμύνειν· ἔχοντα δὲ τραύματα ἐν τῇ μάχῃ Πελοπίδαν ἐξέσωσεν ἐς ἅπαν ἀφικόμενος κινδύνου.
对于埃帕米农达而言,祖先遗留下的东西足以支撑起家族的荣耀,但他的父亲因财产缘故,甚至不及一个普通的底比斯人。在他们的教育科目中,他以极高的精确度学习了本地的知识,当他已是青年时,便拜塔拉斯出身、精通萨摩斯人毕达哥拉斯学说的吕西斯为师。据说在拉刻代蒙人与曼提尼亚人开战时,埃帕米农达曾与其他人一同被派离底比斯去援助拉刻代蒙人;在那场战斗中,他冒着极大的危险,救出了受伤的佩洛皮达斯。
χρόνῳ δὲ ὕστερον κατὰ πρεσβείαν ἐς Σπάρτην ἥκοντα Ἐπαμινώνδαν, ὅτε Λακεδαιμόνιοι συντίθεσθαι τοῖς Ἕλλησιν ἔφασαν εἰρήνην τὴν ἐπὶ Ἀνταλκίδου καλουμένην, τηνικαῦτα Ἐπαμινώνδαν ἤρετο1 Ἀγησίλαος, εἰ κατὰ πόλιν ὀμνύναι Βοιωτοὺς ἐάσουσιν ὑπὲρ τῆς εἰρήνης· “οὐ πρότερόν γε” εἶπεν “ὦ Σπαρτιᾶται, πρὶν ἢ καὶ τοὺς περιοίκους ὀμνύοντας κατὰ πόλιν ἴδωμεν τοὺς ὑμετέρουσ”.
后来,当埃帕米农达作为使节来到斯巴达,正值拉刻代蒙人声称要与希腊人缔结所谓的“安塔尔基达斯和约”时,阿格西劳斯问埃帕米农达,是否允许波奥蒂亚人以城市为单位为和平宣誓。“斯巴达人啊,”他说,“在我们看到你们的边民(庇里阿科伊)也以城市为单位宣誓之前,绝不答应。”
ὡς δὲ ὁ Λακεδαιμονίων καὶ Θηβαίων ἐξῆρτο ἤδη πόλεμος καὶ οἱ Λακεδαιμόνιοι δυνάμει καὶ αὑτῶν καὶ τῶν συμμάχων ἐπὶ τοὺς Θηβαίους ᾔεσαν, Ἐπαμινώνδας μὲν ἔχων τοῦ στρατοῦ μοῖραν ἀντεκάθητο ὑπὲρ τῆς Κηφισίδος λίμνης ὡς ποιησομένων ταύτῃ Πελοποννησίων τὴν ἐσβολήν,2 Κλεόμβροτος δὲ ὁ Λακεδαιμονίων βασιλεὺς ἐπὶ Ἀμβρόσσου τρέπεται τῆς Φωκέων· ἀποκτείνας δὲ Χαιρέαν, ὃς φυλάσσειν διετέτακτο τὰς παρόδους, καὶ ἄλλους τοὺς σὺν αὐτῷ Θηβαίους, ὑπερέβη καὶ ἐς Λεῦκτρα ἀφικνεῖται τὰ Βοιώτια.
当拉刻代蒙人与底比斯人之间的战争已经爆发,拉刻代蒙人凭借自身及盟友的兵力向底比斯人进军时,埃帕米农达率领一部分军队,在刻菲西斯湖对岸安营扎寨,预料伯罗奔尼撒人会从这条路入侵;然而拉刻代蒙人的国王克勒翁布罗托斯转向福基斯的安布罗斯斯,杀死了受命把守通道的凯雷阿斯以及随行的其他底比斯人,越过边境抵达了波奥蒂亚的留克特拉。
ἐνταῦθα καὶ αὐτῷ Κλεομβρότῳ καὶ Λακεδαιμονίων τῷ κοινῷ σημεῖα ἐγένετο ἐκ τοῦ θεοῦ. τοῖς βασιλεῦσιν αὐτῶν ἐς τὰς ἐξόδους πρόβατα εἵπετο θεοῖς τε εἶναι θυσίας3 καὶ πρὸ τῶν ἀγώνων καλλιερεῖν· ταῖς δὲ ποίμναις ἡγεμόνες τῆς πορείας ἦσαν αἶγες, κατοιάδας οἱ ποιμένες ὀνομάζουσιν αὐτάς. τότε οὖν ὁρμήσαντες ἐς τὴν ποίμνην λύκοι τοῖς μὲν προβάτοις ἐγίνοντο οὐδὲν βλάβος, οἱ δὲ τὰς αἶγας τὰς κατοιάδας ἔκτεινον.
在那里,克勒翁布罗托斯本人以及拉刻代蒙人的国家共同体,都收到了来自神的征兆。他们的国王出征时,有羊群随行,作为向神献祭之用,并在战斗前以此祈求吉兆;而作为羊群旅途向导的是山羊,牧羊人称它们为“卡托亚德斯”(katoiades)。当时,狼群冲入羊群,对绵羊没有造成任何伤害,却咬死了作为领路者的山羊。
ἐλέγετο δὲ καὶ μήνιμα ἐς τοὺς Λακεδαιμονίους ἐκ τῶν θυγατέρων εἶναι τῶν Σκεδάσου. Σκεδάσῳ γὰρ περὶ Λεῦκτρα οἰκοῦντι θυγατέρες Μολπία γίνεται καὶ Ἱππώ·4 ταύτας ἐς ὥραν ἤδη προηκούσας Λακεδαιμονίων ἄνδρες βιάζονται παρὰ θέμιδα Φρουραρχίδας καὶ Παρθένιος. καὶ αἵ τε παρθένοι παραυτίκα—οὐ γάρ σφισιν ἀνεκτὰ ἐφαίνετο εἶναι τὰ τῆς ὕβρεως—ἀπάγχουσιν αὑτάς· καὶ ὁ Σκέδασος, ὡς ἐς Λακεδαίμονα ἐλθόντι οὐδεμία ἐγένετο αὐτῷ δίκη, οὕτως ἐς τὰ Λεῦκτρα ἐπανήκων αὑτὸν διεργάζεται.
据说,拉刻代蒙人所遭受的神怒,也源于斯克达索斯的女儿们。住在留克特拉附近的斯克达索斯生有两个女儿,名为莫尔皮亚和希波。在她们已经到了适婚年龄时, 拉刻代蒙男子弗鲁拉尔基达斯和帕特尼奥斯违背天理,强暴了她们。少女们随即自缢身亡——因为对她们来说,这种屈辱是无法忍受的;而斯克达索斯前往拉刻代蒙却未得到公正的审判,于是回到留克特拉,自尽身亡。
- 9.13.2ἥκοντα Ἐπαμινώνδαν... τηνικαῦτα Ἐπαμινώνδαν ἤρετο
句首的宾格“ἥκοντα Ἐπαμινώνδαν”在主句中作为动词“ἤρετο”的直接宾语又被重复为“Ἐπαμινώνδαν”。由于中间插入了较长的“ὅτε”从句,从而导致了这种冗长的重复(类破格现象)。
- 9.13.3ὡς ποιησομένων ταύτῃ Πελοποννησίων τὴν ἐσβολήν
带有连词“ὡς”的属格独立分词结构(ποιησομένων ... Πελοποννησίων)。由于使用了将来时分词,表示主观的意图、预测或期待(此处指埃帕米农达的预料)。
- 9.13.4θεοῖς τε εἶναι θυσίας
不定式“εἶναι”表示目的,修饰前文的“εἵπετο”(随行),意为“为了成为向神献祭之物”。
- 9.13.5θυγατέρες Μολπία γίνεται καὶ Ἱππώ
尽管主语是复数(“θυγατέρες ... Μολπία ... καὶ Ἱππώ”),动词却使用了单数形式(“γίνεται”)。这是希腊语中一种不规则一致关系的例子(类似于皮达罗斯式或波奥蒂亚式构图),常见于主语的具体名称在动词后依次列出的情况。
