- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.11.1-9.11.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-01
帕萨尼亚斯描述了埃勒克特拉门附近阿姆菲特律翁房屋和阿尔克墨涅卧室的废墟、药女的传说、保存有代达罗斯、普拉克西特列斯和阿尔卡墨涅斯作品的赫拉克勒斯神殿,以及相邻的体育馆和祭坛。
ἐν ἀριστερᾷ δὲ τῶν πυλῶν, ἃς ὀνομάζουσιν Ἠλέκτρας, οἰκίας ἐστὶν ἐρείπια ἔνθα οἰκῆσαί φασιν Ἀμφιτρύωνα διὰ τὸν Ἠλεκτρύωνος θάνατον φεύγοντα ἐκ Τίρυνθος· καὶ τῆς Ἀλκμήνης ἐστὶν ἔτι ὁ θάλαμος ἐν τοῖς ἐρειπίοις δῆλος. οἰκοδομῆσαι δὲ αὐτὸν τῷ Ἀμφιτρύωνι Τροφώνιόν φασι καὶ Ἀγαμήδην,1 καὶ ἐπίγραμμα ἐπʼ αὐτῷ ἐπιγραφῆναι τόδε· "Ἀμφιτρύων ὅτʼ ἔμελλʼ ἀγαγέσθαι δεῦρο γυναῖκα Ἀλκμήνην, θάλαμόν γʼ εἱλίξατο τοῦτον ἑαυτῷ· Ἀγχάσιος δʼ ἐποίησε Τροφώνιος ἠδʼ Ἀγαμήδης."
在被称为埃勒克特拉的城门左侧,有一座房屋的废墟,据说阿姆菲特律翁因埃勒克特里翁之死而从蒂林斯逃亡时曾原住于此;在废墟中,阿尔克墨涅的卧室至今依然清晰可见。据说,托福尼俄斯和阿加墨得斯为阿姆菲特律翁建造了这间卧室,并且其上刻有如下碑文: “当阿姆菲特律翁要将妻子阿尔克墨涅迎娶至此时,他为自己建造了这间卧室;而安卡西俄斯之子托福尼俄斯与阿加墨得斯制作了它。”
τοῦτο μὲν ἐνταῦθα οἱ Θηβαῖοι γραφῆναι λέγουσιν· ἐπιδεικνύουσι δὲ Ἡρακλέους τῶν παίδων τῶν ἐκ Μεγάρας μνῆμα, οὐδέν τι ἀλλοίως τὰ ἐς τὸν θάνατον λέγοντες ἢ Στησίχορος ὁ Ἱμεραῖος καὶ Πανύασσις ἐν τοῖς ἔπεσιν ἐποίησαν. Θηβαῖοι δὲ καὶ τάδε ἐπιλέγουσιν, ὡς Ἡρακλῆς ὑπὸ τῆς μανίας καὶ Ἀμφιτρύωνα ἔμελλεν ἀποκτιννύναι, πρότερον δὲ ἄρα ὕπνος ἐπέλαβεν αὐτὸν ὑπὸ τοῦ λίθου τῆς πληγῆς· Ἀθηνᾶν δὲ εἶναι τὴν ἐπαφεῖσάν οἱ τὸν λίθον2 τοῦτον ὅντινα Σωφρονιστῆρα ὀνομάζουσιν.
底比斯人说这是写在那里的;他们还指出了赫拉克勒斯与墨加拉所生子嗣的墓地,他们讲述这些孩子死因的方式与希美拉的司忒西科罗斯以及帕纽阿西斯在史诗中创作的毫无二致。底比斯人还补充了以下内容:赫拉克勒斯在疯狂中甚至企图杀死阿姆菲特律翁,但在那之前,因石头击打而产生的睡眠袭击了他;据说正是雅典娜向他投掷了这块石头,他们称之为“惩戒者”(Sophronister)。
ἐνταῦθά εἰσιν ἐπὶ τύπου γυναικῶν εἰκόνες· ἀμυδρότερα ἤδη τὰ ἀγάλματα· ταύτας καλοῦσιν οἱ Θηβαῖοι Φαρμακίδας, πεμφθῆναι δὲ ὑπὸ τῆς Ἤρας φασὶν ἐμπόδια εἶναι ταῖς ὠδῖσιν Ἀλκμήνης. αἱ μὲν δὴ ἐπεῖχον Ἀλκμήνην μὴ τεκεῖν· Τειρεσίου δὲ θυγατρὶ Ἱστορίδι σόφισμα ἔπεισιν ἐς τὰς Φαρμακίδας,3 ἐς ἐπήκοον αὐτῶν ὀλολύξαι, τετοκέναι γὰρ τὴν Ἀλκμήνην· οὕτω τὰς μὲν ἀπατηθείσας ἀπελθεῖν, τὴν δὲ Ἀλκμήνην τεκεῖν φασιν.
这里有女性形象的浮雕;这些雕像如今已较为模糊;底比斯人称她们为“药女”(Pharmacides),并说她们是赫拉派来阻碍阿尔克墨涅分娩的。她们确实阻碍了阿尔克墨涅生育;但提瑞西阿斯的女儿希斯托里斯想出了一个针对药女的妙计,在她们听得到的地方大喊阿尔克墨涅已经生了;据说,这些被欺骗的药女因此离去,阿尔克墨涅才得以分娩。
ἐνταῦθα Ἡρακλεῖόν ἐστιν, ἄγαλμα δὲ τὸ μὲν λίθου λευκοῦ Πρόμαχος καλούμενον, ἔργον δὲ Ξενοκρίτου καὶ Εὐβίου Θηβαίων· τὸ δὲ ξόανον τὸ ἀρχαῖον Θηβαῖοί τε εἶναι Δαιδάλου νενομίκασι καὶ αὐτῷ μοι παρίστατο ἔχειν οὕτω.4 τοῦτον ἀνέθηκεν αὐτός, ὡς λέγεται, Δαίδαλος ἐκτίνων εὐεργεσίας χάριν. ἡνίκα γὰρ ἔφευγεν ἐκ Κρήτης πλοῖα οὐ μεγάλα αὑτῷ καὶ τῷ παιδὶ Ἰκάρῳ ποιησάμενος, πρὸς δὲ καὶ ταῖς ναυσίν, ὃ μή πω τοῖς τότε ἐξεύρητο, ἱστία ἐπιτεχνησάμενος, ὡς τοῦ Μίνω ναυτικοῦ τὴν εἰρεσίαν φθάνοιεν ἐπιφόρῳ τῷ ἀνέμῳ χρώμενοι, τότε αὐτὸς μὲν σώζεται Δαίδαλος, Ἰκάρῳ δὲ κυβερνῶντι ἀμαθέστερον ἀνατραπῆναι τὴν ναῦν λέγουσιν· ἀποπνιγέντα δὲ ἐξήνεγκεν ὁ κλύδων ἐς τὴν ὑπὲρ Σάμου νῆσον ἔτι οὖσαν ἀνώνυμον. ἐπιτυχὼν δὲ Ἡρακλῆς γνωρίζει τὸν νεκρόν, καὶ ἔθαψεν ἔνθα καὶ νῦν ἔτι αὐτῷ χῶμα οὐ μέγα ἐπὶ ἄκρας ἐστὶν ἀνεχούσης ἐς τὸ Αἰγαῖον. ἀπὸ δὲ τοῦ Ἰκάρου τούτου ὄνομα ἥ τε νῆσος καὶ ἡ περὶ αὐτὴν θάλασσα ἔσχηκε.
这里有一座赫拉克勒斯神殿,其中一座白石雕像被称为“前线战士”(Promachus),是底比斯人克塞诺克里托斯和欧比俄斯的作品;而那座古老的木雕神像,底比斯人认为是代达罗斯的作品,我个人也倾向于此种看法。据说代达罗斯本人奉纳了这座神像,以报答所受的恩惠。因为当他从克里特岛逃亡时,他为自己和儿子伊卡洛斯制造了小船,并且还在船上加装了风帆——这在当时的人们中尚未被发明——以便他们能够利用顺风超越米诺斯海军的划桨速度,那时代达罗斯本人得以获救,但据说由于伊卡洛斯驾驶得过于笨拙,船只倾覆了;波浪将溺水的他冲到了萨摩斯岛上方当时尚无名字的岛屿。赫拉克勒斯偶然发现并认出了尸体,并将其安葬在如今依然在伸入爱琴海的岬角上为他保留的小土丘处。由于这个伊卡洛斯,这座岛屿以及其周围的海域都得到了这个名字。
Θηβαίοις δὲ τὰ ἐν τοῖς ἀετοῖς Πραξιτέλης ἐποίησε τὰ πολλὰ τῶν δώδεκα καλουμένων ἄθλων· καί σφισι τὰ ἐς τὰς ὄρνιθας ἐνδεῖ τὰς ἐπὶ Στυμφάλῳ καὶ ὡς ἐκάθηρεν Ἡρακλῆς τὴν Ἠλείαν χώραν, ἀντὶ τούτων δὲ ἡ πρὸς Ἀνταῖον πάλη πεποίηται. Θρασύβουλος δὲ ὁ Λύκου καὶ Ἀθηναίων οἱ σὺν αὐτῷ τυραννίδα τὴν τῶν τριάκοντα καταλύσαντες—ὁρμηθεῖσι γάρ σφισιν ἐκ Θηβῶν ἐγένετο ἡ κάθοδος5—Ἀθηνᾶν καὶ Ἡρακλέα κολοσσοὺς ἐπὶ λίθου τύπου τοῦ Πεντελῆσιν, ἔργα δὲ Ἀλκαμένους, ἀνέθηκαν ἐς τὸ Ἡρακλεῖον.
普拉克西特列斯为底比斯人制作了山墙上的雕刻,表现了所谓“十二功绩”中的大部分;在这些功绩中,针对斯廷法洛斯湖怪鸟的功绩以及赫拉克勒斯如何清洗伊利斯土地的功绩缺席了,取而代之的是与安泰俄斯的摔跤。而吕科斯之子色拉西布洛斯以及与他在一起的雅典人,在推翻了三十僭主统治后——因为他们的回归是从底比斯出发而实现的——在赫拉克勒斯神殿中奉纳了潘特里克石材浮雕的雅典娜和赫拉克勒斯的巨像,这些是阿尔卡墨涅斯的作品。
τοῦ δὲ Ἡρακλείου γυμνάσιον ἔχεται καὶ στάδιον, ἀμφότερα ἐπώνυμα τοῦ θεοῦ. ὑπὲρ δὲ τὸν Σωφρονιστῆρα λίθον βωμός ἐστιν Ἀπόλλωνος ἐπίκλησιν Σποδίου, πεποίηται δὲ ἀπὸ τῆς τέφρας τῶν ἱερείων. μαντικὴ δὲ καθέστηκεν αὐτόθι ἀπὸ κληδόνων, ᾗ δὴ καὶ Σμυρναίους μάλιστα Ἑλλήνων χρωμένους οἶδα· ἔστι γὰρ καὶ Σμυρναίοις ὑπὲρ τὴν πόλιν κατὰ τὸ ἐκτὸς τοῦ τείχους Κληδόνων ἱερόν.
与赫拉克勒斯神殿相邻的是一座体育馆和一个运动场,两者均以这位神明命名。在“惩戒者”石上方是被称为“灰烬”(Spodius)的阿波罗祭坛,它是用祭品的灰烬建成的。那里确立了一种通过征兆之语进行占卜的方法,我深知在希腊人中斯弥尔纳人对此运用得最多;因为在斯弥尔纳人的城市上方、城墙之外也有一座“征兆之语”的圣所。
- 9.11.1οἰκοδομῆσαι δὲ αὐτὸν τῷ Ἀμφιτρύωνι Τροφώνιόν φασι καὶ Ἀγαμήδην
间接引语中不定式 οἰκοδομῆσαι 的逻辑主语是宾格的 Τροφώνιόν ... καὶ Ἀγαμήδην,其宾语是 αὐτόν(指前文提到的 ὁ θάλαμος“卧室”)。τῷ Ἀμφιτρύωνι 是利益与格(为了阿姆菲特律翁)。
- 9.11.2Ἀθηνᾶν δὲ εἶναι τὴν ἐπαφεῖσάν οἱ τὸν λίθον
不定式 εἶναι 是由 Θηβαῖοι δὲ καὶ τάδε ἐπιλέγουσιν 引导的间接引语的一部分。τὴν ἐπαφεῖσαν 是分词的名词化,意为“投掷者”,支配与格 οἱ(赫拉克勒斯)和宾格 τὸν λίθον。
- 9.11.3Τειρεσίου δὲ θυγατρὶ Ἱστορίδι σόφισμα ἔπεισιν ἐς τὰς Φαρμακίδας
动词 ἔπεισιν(来自 ἐπέρχομαι,“涌上心头、想到”)接与格 Ἱστορίδι(对希斯托里斯),其主语是 σόφισμα(计谋)。ἐς τὰς Φαρμακίδας 表示计谋针对的对象(针对药女们)。
- 9.11.4αὐτῷ μοι παρίστατο ἔχειν οὕτω
无人称句构 παρίστατο(来自 παρίσταμαι,“(想法等)呈现在心中、显得”的未完成过去时)接与格 αὐτῷ μοι(对我自己),不定式短语 ἔχειν οὕτω(如此、这样)作为其主语。
- 9.11.6ὁρμηθεῖσι γάρ σφισιν ἐκ Θηβῶν ἐγένετο ἡ κάθοδος
与格 σφισιν(对他们而言)与复数阳性与格的第二不定过去时被动分词 ὁρμηθεῖσι(出发)相一致。ἐγένετο ἡ κάθοδος 字面意思是“回归发生了/实现了”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
