- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.8.1-8.8.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-30
保萨尼亚斯讲述了曼蒂内亚附近的得墨忒耳神庙和阿尔内泉的传说,反思了古代神话中蕴含的智慧,并概述了曼蒂内亚的建城历史及其在历史上的军事结盟。
τόδε μὲν ἡμῖν ἐγένετο ἐπεισόδιον τῷ λόγῳ· μετὰ δὲ τὰ ἐρείπια τῆς Νεστάνης ἱερὸν Δήμητρός ἐστιν ἅγιον, καὶ αὐτῇ καὶ ἑορτὴν ἀνὰ πᾶν ἔτος ἄγουσιν οἱ Μαντινεῖς. καὶ κατὰ τὴν Νεστάνην ὑπόκειται μάλιστα, μοῖρα μὲν καὶ αὐτὴ τοῦ πεδίου τοῦ Ἀργοῦ, χορὸς δὲ ὀνομάζεται Μαιρᾶς.1 τοῦ πεδίου δέ ἐστιν ἡ διέξοδος τοῦ Ἀργοῦ σταδίων δέκα. ὑπερβὰς δὲ οὐ πολὺ ἐς ἕτερον καταβήσῃ πεδίον· ἐν τούτῳ δὲ παρὰ τὴν λεωφόρον ἐστὶν Ἄρνη καλουμένη κρήνη.
这是我们叙述中的插曲。越过内斯塔内的废墟,有一处得墨忒耳的神圣神庙,曼蒂内亚人每年为她举行节日庆典。在内斯塔内的正下方,延伸着一片土地,它本身也是阿耳戈斯平原的一部分,被称为迈拉的舞场。而阿耳戈斯平原的出路长十斯塔德。越过不远,你就会下到另一个平原;在这个平原上,公路旁有一口被称为阿尔内的泉。
λέγεται δὲ καὶ τοιάδε ὑπὸ Ἀρκάδων,2 Ῥέα ἡνίκα Ποσειδῶνα ἔτεκε, τὸν μὲν ἐς ποίμνην καταθέσθαι δίαιταν ἐνταῦθα ἕξοντα μετὰ τῶν ἀρνῶν, ἐπὶ τούτῳ δὲ ὀνομασθῆναι καὶ τὴν πηγήν, ὅτι περὶ αὐτὴν ἐποιμαίνοντο οἱ ἄρνες· φάναι δὲ αὐτὴν πρὸς τὸν Κρόνον τεκεῖν ἵππον καί οἱ πῶλον ἵππου καταπιεῖν ἀντὶ τοῦ παιδὸς δοῦναι, καθὰ καὶ ὕστερον ἀντὶ τοῦ Διὸς λίθον ἔδωκεν αὐτῷ κατειλημένον σπαργάνοις.
阿卡迪亚人还传说:当瑞亚生下波塞冬时,她把它放在这里的一个羊群中,让它和绵羊羔一起生活,泉水也因此得名,因为绵羊羔就在它周围放牧;她还对克罗诺斯说自己生下了一匹马,并给了他一匹马驹代替孩子让他吞下,正如她后来用襁褓裹着一块石头代替宙斯交给他一样。
τούτοις Ἑλλήνων ἐγὼ τοῖς λόγοις ἀρχόμενος μὲν τῆς συγγραφῆς εὐηθίας ἔνεμον πλέον,3 ἐς δὲ τὰ Ἀρκάδων προεληλυθὼς πρόνοιαν περὶ αὐτῶν τοιάνδε ἐλάμβανον· Ἑλλήνων τοὺς νομιζομένους σοφοὺς διʼ αἰνιγμάτων πάλαι καὶ οὐκ ἐκ τοῦ εὐθέος λέγειν τοὺς λόγους, καὶ τὰ εἰρημένα οὖν ἐς τὸν Κρόνον σοφίαν εἶναί τινα εἴκαζον Ἑλλήνων. τῶν μὲν δὴ ἐς τὸ θεῖον ἡκόντων τοῖς εἰρημένοις χρησόμεθα·
刚开始撰写这部著作时,我对希腊人的这些传说多半视之为愚钝,但当进展到关于阿卡迪亚人的事情时,我对它们产生了如下的看法:即那些被视为聪慧的希腊人,古时候是通过谜语而非直接陈述来表达其言论的,因此我推测关于克罗诺斯的那些传说,其实也是希腊人的某种智慧。因此,关于涉及神性的传说,我们将采用已有的叙述。
Μαντινέων δὲ ἡ πόλις σταδίους μάλιστά που δώδεκά ἐστιν ἀπωτέρω τῆς πηγῆς ταύτης. Μαντινεὺς μὲν οὖν ὁ Λυκάονος ἑτέρωθι φαίνεται οἰκίσας τὴν πόλιν, ἣν ὀνομάζουσι καὶ ἐς ἡμᾶς ἔτι Πτόλιν οἱ Ἀρκάδες· ἐκεῖθεν δὲ Ἀντινόη Κηφέως τοῦ Ἀλέου θυγάτηρ κατὰ μάντευμα ἀναστήσασα τοὺς ἀνθρώπους ἤγαγεν ἐς τοῦτο τὸ χωρίον, ὄφιν—ὁποῖον, οὐ μνημονεύουσιν— ἡγεμόνα ποιησαμένη τῆς ὁδοῦ· καὶ διὰ τοῦτο ὁ παρὰ τὴν πόλιν ῥέων τὴν νῦν ποταμὸς Ὄφις ὄνομα ἔσχηκεν.
曼蒂内亚人的城市距离这口泉大约十二斯塔德。吕卡翁之子曼蒂内乌斯似乎在另一个地方建立了城市,阿卡迪亚人直到今天仍称该地为普托利斯;后来,阿莱乌斯之子刻甫斯的女儿安蒂诺厄根据神谕,让人们从那里迁徙,并将他们引到这片土地,她让一条蛇——至于是什么样的蛇,他们已经不记得了——作为路途的向导。因此,流经现在城市旁的河流便得到了奥菲斯这个名字。
εἰ δὲ Ὁμήρου χρὴ τεκμαιρόμενον τοῖς ἔπεσι συμβαλέσθαι γνώμην, τὸν ὄφιν τοῦτον δράκοντα εἶναι πείθομαι. περὶ Φιλοκτήτου μὲν ἐν νεῶν καταλόγῳ ποιήσας ὡς ἀπολίποιεν αὐτὸν οἱ Ἕλληνες ἐν Λήμνῳ ταλαιπωροῦντα ὑπὸ τοῦ ἕλκους, ἐπίκλησιν οὐκ ἔθετο ὄφιν τῷ ὕδρῳ·4 τὸν δράκοντα δέ, ὃν ἐς τοὺς Τρῶας ἀφῆκεν ὁ ἀετός, ἐκάλεσεν ὄφιν. οὕτω τὸ εἰκὸς ἔχει καὶ τῇ Ἀντινόῃ τὸν ἡγεμόνα γενέσθαι δράκοντα.
如果应当根据荷马的诗句来推测并得出结论,我深信这条蛇是一条德拉孔。因为在《船只名录》中描写菲罗克忒忒斯时,虽然写到希腊人将因伤口备受煎熬的他留在莱姆诺斯岛,但他并没有把那条水蛇称为奥菲斯;但对于那条老鹰丢向特洛伊人的德拉孔,他却称之为奥菲斯。如此看来,安蒂诺厄的引导者同样是一条德拉孔也是合情合理的。
Μαντινεῖς δὲ μάχην μὲν τὴν ἐν Διπαιεῦσιν οὐκ ἐμαχέσαντο πρὸς Λακεδαιμονίους μετὰ Ἀρκάδων τῶν ἄλλων, ἐν δὲ τῷ Πελοποννησίων καὶ Ἀθηναίων πολέμῳ συνέστησαν ἐπὶ Λακεδαιμονίους μετὰ Ἠλείων, καὶ παραγενομένου συμμαχικοῦ σφισιν ἐξ Ἀθηνῶν Λακεδαιμονίων ἐναντία ἐμαχέσαντο· μετέσχον δὲ καὶ τοῦ ἐς Σικελίαν στόλου κατὰ Ἀθηναίων φιλίαν.
曼蒂内亚人并没有与其他阿卡迪亚人一起,参加在迪派埃乌斯对抗拉刻代蒙人的战役;但在伯罗奔尼撒人与雅典人的战争中,他们与伊利斯人联手,共同对抗拉刻代蒙人,并且当雅典的盟军抵达他们那里时,他们与拉刻代蒙人兵戎相见。他们还由于同雅典人的友好关系,参加了远征西西里的行动。
- 8.8.1χορὸς δὲ ὀνομάζεται Μαιρᾶς
前述动词 ὑπόκειται(延伸/位于)的主语(即“本身也是阿耳戈斯平原一部分的某地”)被省略,而 χορὸς... Μαιρᾶς(迈拉的舞场)作为该区域的特有名称被提出。χορὸς 在古希腊语中指“歌舞场所”,在此处指代特定地形的开阔广场。
- 8.8.2λέγεται δὲ καὶ τοιάδε ὑπὸ Ἀρκάδων
无人称被动动词 λέγεται(传说)为主句动词,其后整个神话情节通过一连串带宾格的不定式(καταθέσθαι, ὀνομασθῆναι, φάναι, δοῦναι)在间接引语中展开。特别是 φάναι(说)是以瑞亚为逻辑主语(αὐτήν)的不定式,其内部又嵌套了 τεκεῖν(生下)和 δοῦναι(给予)等从属不定式,形成了多重嵌套结构。
- 8.8.3εὐηθίας ἔνεμον πλέον
动词 νέμω(分配)与对象(此处为复数与格 τούτοις τοῖς λόγοις)以及性质(此处为属格 εὐηθίας“愚蠢”)相结合的惯用表达,意为“将更多的愚蠢归于这些话语”,即在起初认为这些传说大体上是愚蠢荒谬的。
- 8.8.5ἐπίκλησιν οὐκ ἔθετο ὄφιν τῷ ὕδρῳ
与格 τῷ ὕδρῳ 意为“对那水蛇(或字面上的‘水’)”。保萨尼亚斯指的是荷马《伊利亚特》第2卷第723行的记载(菲罗克忒忒斯被水蛇 ὕδρος 所咬),指出荷马在此处使用了 ὕδρος(水蛇)这一名词,而没有将更具一般意义的 ὄφις(蛇)作为称呼(ἐπίκλησις)赋予它。
